Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 208: To Bishop Antony
ΣΗ΄. — Ἀντωνίῳ ἐπισκόπῳ.
Πρέπουσαν προσφώνησιν ἡ πατρική σου ἁγιωσύνη πεποίηται τὰ νῦν, οὐκ ἐφ᾽ ἡμῖν τοῖς ταπεινοῖς, ἄπαγε· σύνισμεν γὰρ ἑαυτοὺς οἷοί ἐσμεν ὡς ἀποδέοντες καὶ τῶν ἐν τῷ ἐσχάτῳ βαθμῷ ἀπονενεμημένων κατὰ τὸν τῆς ἀρετῆς λόγον· ἀλλὰ τοῖς πᾶσι θείοις τε Πατράσι καὶ ὁμολογηταῖς ὥσπερ τις ἄγγελος ἀγαθὸς ἀναγγέλλων τὰ προσαγορευτικὰ, καὶ συνδέων τοὺς ἅπαντας ἡμᾶς τῷ ἀγαπητικῷ τρόπῳ γε Τοῦτο δίκαιον καὶ προσῆκον, τοὺς ἄλλους ἀλλαχῆ διεσπαρμένους διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, φθέγγεσθαι ἀλλήλοις τοῖς γράμμασι καὶ συνάπτεσθαι πνευματικῶς τοῖς ὑπομνήμασι· καὶ μηδαμῶς τῇ ἀφωνίᾳ ὡς τεθνεῶτας λελογίσθαι. Τοῦτο γὰρ ἴσμεν καὶ τὸν μακάριον ἀπόστολον Παῦλον σὺν τοῖς ὁμοταγόσι θεοστόλοις ἀλλήλους μακρόθεν φωνοῦντας, καὶ εἰς ταυτὸν ἐρχομένους τῷ συναπτικῷ λόγῳ, καὶ τὸ εὐαγγέλιον τῆς βασιλείας Θεοῦ καταγγέλλοντας παντὶ τῷ κόσμῳ· ἐν ᾧ καὶ ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον, εἰ καὶ τολμηρὸν εἰπεῖν, θέμενον παρεγγυᾷ· Λάλει γὰρ, φησὶ, καὶ μὴ σιωπήσῃς, ὅτι λαός μοι πολύς ἐστιν ἐνταῦθα. Καὶ ἀλλαχοῦ· Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Ὥστε φοβερὸν κρῖμα τῆς σιωπῆς, καὶ ταῦτα ἐν τῇδε τῇ ἐθελοκάκῳ κωφεύσει τῶν αἱρετιζόντων. Ὅπερ ἡ ἁγιωσύνη σου καθὰ γέγραφεν ἐνεργοῦσα θεοπρεπῶς πολλοὺς πειρασμοὺς ὑφίστασθαι φαίη παρὰ τῶν οὐκ ἐθελόντων λόγον ὅσιον ἐνηχεῖσθαι· ἀλλ᾽ ἠρνημένων τὴν θεόγραπτον Χριστοῦ εἰκόνα, τῆς Θεοτόκου, καὶ οὐτινοσοῦν τῶν θεραπόντων αὐτοῦ. Μένοις οὖν, τριπόθητε, ἐπὶ τῆς λυχνίας τοῦ λόγου κείμενος εὐαγγελικῷ προστάγματι, καὶ λάμπων πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· ὡς ἂν ἁπλοῦντες τὰς ὄψεις, τὸ φῶς εἰσδέχοιντο· οἱ δὲ μύοντες τὰς αἰσθήσεις, τῆς οἰκείας ἀβλεψίας τὸν καρπὸν δρέψωνται. Καίγε εὔξαιο τοῦτο καὶ ἡμᾶς ποιεῖσθαι, καὶ ἀνένοχον τὸ τῆς προστασίας δῶρον ἀπενέγκασθαι. Γινώσκειν δέ σε βουλόμεθα, ὅτι εἶς τῶν λαμπτήρων ἀπέπτη πρὸς Κύριον· οὗτος δὴ ὁ ἁγιώτατος Μητροπολίτης Συνάδων· ἐπεὶ καὶ πρότερον οἱ κλεινοὶ ἀδελφοὶ καὶ Πατέρες, Ἀθανάσιος ὁ τοῦ Παυλοπετρίου καθηγεμὼν, καὶ Ἰωάννης ὁ τῆς Χαλκίτου καθηγητής. Καὶ οἱ αἱρετικοὶ μὲν δοκοῦσιν ὑποτέμνεσθαι τὸ ὁμολογητικὸν πλήρωμα τοῦ Χριστοῦ. Ἀγνοοῦσι δὲ, ὅτι καὶ μᾶλλον πληθύνεται ζήλῳ τῶν προηθληκότων συνανιπτάμενον, καὶ τὸ πτεροῤῥυῆσαν τυχὸν στίφος. Χριστὸς δὲ ἔτι καθεύδει, τοῖς μὲν ὑπανοίγων θύραν χρηστότητι ἀνεκδιηγήτῳ, τῶν δὲ δοκιμάζων τὸν πόθον ἐν ὑπομονῆς στεφανώματι, τοὺς δὲ καὶ ὡς χρυσὸν δεδοκιμασμένον προσλαμβάνων ἑκάστοτε εἰς διάδημα κάλλους δόξης αὐτοῦ. Ταῦτά σοι παρ᾽ ἡμῶν, ὦ μακάριε. Αὐτὸς δὲ ἔτι δυσωπήσειας τὸν Θεὸν, εἰρήνην ἐμποιῆσαι τῇ αὐτοῦ Ἐκκλησίᾳ· ἐκτίλλων πᾶν κακὸν ἐκ μέσου, καὶ τοὺς ὑπολελειμμένους ἡμᾶς ἀξιῶν εἰς τὴν κατ᾽ ὀφθαλμοὺς ὁμιλίαν ἐλθεῖν, καθὰ καὶ εὐκτικῶς ὑπεδήλωσας.