Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 209: To Dionysius the Monk

ΣΘ΄. — Διονυσίῳ μονάζοντι.

Οἱ παρὰ τῶν ἐπιστημόνων ἰατρῶν θεραπευόμενοι, οὐ χρείαν ἔχουσι τῆς τῶν ὑφειμένων ἐπισκέψεως· εἰ μή τι ἄρα ἀγάπης τρόπῳ ἀφοσιούμενοι τοὺς γνησιεύοντας. Ὥστε καὶ ἡ ἀδελφικὴ ὑμῶν τιμιότης περιττόν τι ἂν εἰργάζετο, παρὰ τοῦ θεοφιλεστάτου ἡμῶν πατρὸς καὶ ἀρχιεπισκόπου τοῦ Δυῤῥαχίου ἰαθεῖσα καὶ μὴ ἐμμείνασα, ἀλλ᾽ ἔτι καὶ παρ᾽ ἡμῶν τῶν ὑφειμένων θεραπείαν ἐπιζητοῦσα. Ἀλλ᾽ ἐπεὶ ὁ λόγος τῆς ἀγάπης κεκίνηκε νῦν ὑμᾶς ἐπιστεῖλαι, πέπεικε καὶ ἡμᾶς τοὺς οὐδαμινοὺς ἀντεπιστεῖλαι ὑμῖν, καὶ συνάψαι πρὸς ἑαυτοὺς τῇ ἀγαπητικῇ διαθέσει. Χρὴ γὰρ, καὶ δίχα τινὸς ἀναγκαίου, τοὺς τὸ αὐτὸ ἐπάγγελμα ἐπανηρημένους, καὶ τὸ αὐτὸ οὖν φρόνημα ἀσπαζομένους ἀγαπητικῶς συνανακρᾶσθαι. Καὶ γὰρ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγῆναι τὴν τῶν πολλῶν ἀγάπην, ὁ Κύριος εἴρηκε. Τὸ μὲν οὖν τῆς ἰατρείας ὑμῶν κατὰ τὸ κεκανονισμένον ὑπὸ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου, συντηρείσθω ἄνοσον. Τοῦτο δὲ παραινοῦμεν καὶ ὑπομιμνήσκομεν, μὴ ὑφιζάνειν πάλιν εἰς τὰ ὀπίσω· μηδὲ πρὸς τὴν ὀλεθρίαν ὑπόπτωσιν ἀπάγεσθαι διὰ τῶνδε καὶ τῶνδε τῶν γνωρισμάτων. Ἀρκεῖ γὰρ καὶ τὰ πάλαι· ἐφ᾽ οἷς καὶ ὀφείλομεν στένειν καὶ ποτνιᾶν εἰς τὸ ἀεὶ, κλαίειν τε καὶ οἰμώζειν, ὅτι τῶν ἀδελφῶν ὁμοσχήμων, μετασθέντων ὡς ἀετῶν ὑψοῦ τῇ ὁμολογίᾳ· ἡμεῖς ὑπὸ παγίδα κεκρατήμεθα τῆς αἱρέσεως· κἀκείνων διωκομένων, ἡμεῖς οἴκοι μένομεν· καὶ τῶνδε ἠθληκότων μαρτυρικῶς, ἡμεῖς ἔξαρνοι γεγόναμεν χειρὶ καὶ στόματι, κἂν οὐ καρδίᾳ· καὶ ἄλλων φυλακιζομένων καὶ λιμοκτονουμένων, ἡμεῖς ἐν ἀδείᾳ διήγομεν. Πῶς οὖν οὐκ ἐνθυμητέον ταῦτα, καὶ διὰ τάδε ὀδυρτέον; « Πῶς ἔσομαι, φησὶν ὁ μέγας Βασίλειος, μετὰ Ἰὼβ ὁ μηδὲ τὴν τυχοῦσαν θλίψιν μετ᾽ εὐχαριστίας δεξάμενος; πῶς δὲ μεθ᾽ ἑκάστου τῶν ἁγίων, ὁ μὴ τοῖς ἴχνεσιν αὐτῶν ἐμπολιτευσάμενος; » Ὁρᾶτε, ἀδελφοὶ, οἷοι οἱ φοβερισμοὶ, οἷα τὰ διαστήματα. Τί, φησὶν, ὡφελήσει ἄνθρωπον, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Οὐχὶ τοῦ Κυρίου φωνὴ αὕτη; Οὐκοῦν φοβηθῶμεν καὶ τρομάξωμεν· καὶ περὶ μέν τι τῶν προτέρων δεηθῶμεν ἔτι τὴν συγχώρησιν· πρός τε τὰ ἑξῆς βαδιούμεθα ὀρθοποδοῦντες, μηδ᾽ ὅλως σκελιζόμενοι· μηδ᾽ ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις χωλανοῦντες, κατὰ τὸ γεγραμμένον· ἀλλ᾽ εὐθυποροῦντες ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ· τὴν πίστιν ἀκραιφνῆ, τὴν πολιτείαν ἀκίβδηλον συντηροῦντες· ἵνα κληρονομήσωμεν, οὐκ ἀγροὺς, καὶ ἀμπελῶνας, καὶ συκᾶς, καὶ ὅσα τῆς ἐπικήρου καὶ φθειρομένης ζωῆς· ἀλλὰ τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ, τὴν ζωὴν τὴν αἰώνιον, τὴν βασιλείαν τῶν οὐρανῶν. Τὸ γὰρ ἐναντίον ἐκ τῶν ἐναντίων πράξεων ἀπάντημα, ἀπείη καὶ ἐννοεῖν καὶ λέγειν. Εἰρήνη ὑμῖν, ἀδελφοὶ ἐν Κυρίῳ. Εἰρηνεύετε ἐν ἀλλήλοις· εὔχεσθε ὑπὲρ ἡμῶν τῶν ἀδελφῶν· παρακλήθητε.

· Contents ·