Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 210: To Joseph, Abbot of the Kerameis
ΣΙ΄. — Ἰωσὴφ καθηγουμένῳ τῶν Κεραμέων.
Καὶ πρὸ τῆς ἐλεύσεως τοῦ καλοῦ Σεργίου ἠκουτίθη ἡμῖν τὸ περὶ τὸν μακάριον Μητροπολίτην πένθος ὑμῶν, ὦ ἀδελφοὶ τιμιώτατοι· καὶ ὅσον ἐστενάξαμεν, προσθείην δ᾽ ἂν, καὶ ἐδακρύσαμεν, οἶδεν ὁ τῶν κρυπτῶν Ἐπειδὴ κοινὸς ὁ Πατὴρ καὶ ὑμῶν καὶ ἡμῶν, φίλος τε πιστός· τὸ παρὰ πᾶσι ζητούμενον καὶ σπάνιον εὑρισκόμενον. Ὢ πῶς κατέπεσε στύλος τῆς Ἐκκλησίας ἀκράδαντος; πῶς δὲ ἀπεσβέσθη φῶς τῶν ἐν σκότει, καὶ τὸ ὑμέτερον ἰδιαίτατον αὔγασμα; σεσίγηκε γλῶσσα ἡδυεπὴς, ᾤχετο νοῦς ἐμφρονέστατος· ὑπεσπάσθη ἔρεισμα πίστεως, πρόμαχος Ἐκκλησιῶν, μειλίχιος λόγος, πειθήνιος φωνή· πᾶν ὅσον καλὸν καὶ ἄδεται περὶ τοῦ ἀνδρὸς καὶ γνωρίζεται. Καὶ γεγόναμεν, οὐ λέγω τὸ ὑμῶν μόνον, ἀλλὰ καὶ κατὰ τὸ τῶν ὀρθοδόξων πλήρωμα, ὀρφανοὶ ἐπὶ προλαβούσαις ὀρφανίαις. Προύλαβεν ὅδε ὁ μακάριος Πατήρ· ἐπηκολούθησεν ἕτερος· συναπέπτη ἄλλος· σχεδὸν πάντες οἱ φωστῆρες τῶν πιστῶν ἔδυσαν, κομιδῇ ὀλίγων ἐναπολειφθέντων. Καὶ στυγνάζει μὲν ὁ οὐρανὸς, νέφει περιεχόμενος· στυγνάζει δὲ ὅτι μάλιστα ἡ Ἐκκλησία νῦν, τοὺς ἀστέρας αὐτῆς ἀποβεβληκυῖα. Πλὴν ὅμως ὁ τῆς δικαιοσύνης ἥλιος εἴληφε τοὺς Πατέρας μακαρίῳ τέλει ἀποβιώσαντας· καὶ αὐτὸς ὑπέσχετο ἕως τῆς συντελείας τοῦ αἰῶνος ἔσεσθαι μεθ᾽ ἡμῶν. Ὥστε εἰ καὶ λυπηρὰ τὰ παρόντα· ἀλλὰ πάλιν περιχαρῆ διὰ τὴν ἐλπίδα, ὅτι ἔχομεν εἰς Θεὸν τοὺς Πατέρας ἡμῶν ὑπερασπιστὰς, ἄνωθεν ἐποπτεύοντας ἡμᾶς ἵλεως, καὶ κάμπτοντας εἰς τὸν περὶ ἡμᾶς οἶκτον, τὴν αὐτοῦ ἀγαθότητα. Λοιπὸν ἐφ᾽ ὑμῖν ἐπιστρεπτέος ὁ λόγος. Οὐ ποίμνιόν ἐστε ἠπορημένον, ὦ ἀδελφοί. Ὁ γὰρ καλὸς ἀρχιποίμην ὑμῶν, ὁ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου ὁμώνυμος, ἤδη καὶ ἐτύπωσε καὶ ἐστοιχείωσεν, ἔτι τε ζῶν ἡγούμενον ὑμῖν προεστήσατο· καὶ πᾶν ὅτι οὖν ὀφειλόμενον διετάξατο· καὶ ὅλον ἐνιαυτὸν, ὡς ἤδη ἀπαίρων καθ᾽ ἑκάστην ἡμέραν, τοὺς συντακτηρίους λόγους ἐπιφωνῶν, κατήρτισεν ἕνα ἕκαστον· καὶ εὐχῆς μὲν ἔργον, μὴ κατὰ τὴν δυσκολίαν τοῦ χρόνου, ἄλλως ἀπαντήσει τὰ πράγματα, ἀλλ᾽ ὡς διετάξατο, διαμεῖναι καὶ ὑμᾶς καὶ αὐτά. Οὐ μὴν εἰ δι᾽ ἐναντίας ἔλθοι, τούτου χάριν προέσθαι ὑμᾶς τὴν ἀλήθειαν· ἀλλὰ καθὼς κἀκεῖνος διετάξατο ἐγγράφως, πάντα σκύβαλα ἡγήσασθαι διὰ Χριστὸν, καὶ μὴ προδοῦναι τοὺς περὶ πίστεως καὶ ἀληθείας λόγους.
Ταῦτα μὲν πᾶσιν ὑμῖν λεκτέον, προηγουμένως δὲ σοὶ τῷ κυρίῳ καθηγεμόνι· ἐπειδὴ οἶον τὸ ἄρχον, καὶ τὸ ἀρχόμενον πέφυκε γίνεσθαι. Καί γε ἅπαξ ἑαλώκαμεν ἐπὶ τῇ αἱρετικῇ κοινωνίᾳ, φειδοῖ τῶν ὁρωμένων· μὴ πάλιν, δεόμεθα καὶ ὑπομιμνήσκομεν, διὰ μοναστήρια, ἁμπελῶνάς τε καὶ ἐλαιῶνας καὶ συκῶνας, ἃ μικρὸν ὕστερον καὶ ἡμεῖς ὡς οἱ πατέρες ἡμῶν καταλείψομεν εἰς αἰῶνας, προδῶμεν τὴν ἀκρίβειαν τοῦ ἐπαγγέλματος, καὶ χρανθῶμεν τῇ ἑτεροδόξῳ κοινωνίᾳ, τὰ σκαμβὰ ὑποδείγματα κύκλοθεν περιβλέποντες. Οὐ προστήσεται ἡμῖν ἐν καιρῷ θανάτου, ἐν ὥρᾳ κρίσεως εἰς βοήθειαν ταῦτα· ἀλλὰ τὸ χρηστὸν συνειδὸς, καὶ ἡ ἀκατάγνωστος πολιτεία. Καὶ ταῦτα οὐχ ὡς βουλόμενοι ὑμᾶς πάσχειν τι δεινὸν, προτρεπόμεθα· ἀλλ᾽ ὡς ἀδελφοὶ ἀδελφοῖς βοηθεῖν προαιρούμενοι κατὰ τὴν κελεύουσαν ἐντολήν.
Ἐπεὶ καὶ κατελεοῦμεν, καὶ οἰκτείρομεν τὸν κύριον Γρηγόριον τὸν πνευματικὸν ἡμῶν ἀδελφὸν, ὡς ἤδη λιπαρῶς γεγηρακότα, καὶ τοιοῦτον ὄντα οἷον ἴστε, ἀπό τε τῶν σαρκικῶν καθηκόντων, καὶ ἀπὸ τῶν πνευματικῶν κατορθωμάτων· εἰ καὶ ὅτι χριστομιμήτῳ ταπεινώσει οἴσειν πάντα προέκρινεν, ἤ τι ἐναντίον τῶν πατρικῶν ὁρισμῶν διαπράξασθαι. Χαρισθείη ὑμῖν ἡ εἰρήνη τοῦ Θεοῦ, ἤνπερ ἐπεφθέγξατο τοῖς ἁγίοις αὐτοῦ ἀποστόλοις ἀπαίρων ἐν οὐρανοῖς· ἀλλὰ μὴν καὶ ἡ εἰς ἀλλήλους ἀγάπη. Ἐν τούτῳ γὰρ, φησὶ, γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταὶ ἐστὲ, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Εὐθύμει, ὁ κύριος ὁ ἡγούμενος, αὐτὸς ὁ κύριος Γρηγόριος· εἶτα εἶς ἕκαστος τῶν ἑξῆς· ἀνανεύοντες ἅπαντες ἀπὸ τῆς λύπης, καὶ ὀδοποιοῦντες ὥσπερ νέαν τινὰ ὁδὸν τὸν πνευματικὸν ὑμῶν ἀγῶνα· προσευχόμενοι καὶ περὶ ἡμῶν τῶν ταπεινῶν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας.