Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 22: To the Absent Brethren
ΚΒ΄. — Τοῖς ἀποῦσιν ἀδελφοῖς.
Πάντοτε μὲν διατίθεσθαι χρὴ τὸν Χριστιανὸν τὰ πρὸς θάνατον· μάλιστα δὲ ὁπόταν πειρασμοῖς περιπαρῇ θάνατον ἀπειλοῦσιν. Ἐπεὶ οὖν τοιοῦτον τὸ καθ᾽ ἡμᾶς, διὰ τὴν σφύζουσαν τῶν διωκτῶν μανίαν εἴνεκα τῆς Χριστοῦ ἀγάπης· τοῦ προκειμένου δὴ μαρτυρίου τῆς περὶ αὐτὸν ὁμολογίας· καὶ οὐκ οἶδα τί μοι ἀποβήσεται ἀθρόως ὄντι μεμονωμένῳ καὶ περιειργμένῳ μακράν που ἀφ᾽ ὑμῶν τῶν ἁπάντων ἀδελφῶν μου καὶ Πατέρων· ἔδοξα καλῶς ἔχειν τελευταίαν οἰονεὶ φωνὴν, ταύτην τὴν ἐπιστολὴν παραθέσθαι ὑμῖν, καὶ δι᾽ ὑμῶν πάσῃ τῇ ἀδελφότητι. Καλὸν γὰρ πολλάκις διατίθεσθαι καὶ ἐπιμένειν, ἢ προσδοκίᾳ ζωῆς ἐξάπινα ἀνάρπαστον γινόμενον, ἀδιάθετον ἀβούλως ἐγκαταλιμπάνεσθαι. Τί τοίνυν τὸ παρόν; Ἐπειδὴ πολλάκις ὅσα ἔδει εἰπεῖν, εἴτε βαρέως νοσήσας, εἴτε διωγμῶν προκειμένων, καὶ διεθέμην καὶ ὑπεμνημάτισα· καὶ οὔπω χρεία περὶ τῶν ἤδη λεχθέντων δευτερολογεῖν. Ἐκεῖνο πρῶτον, ἀδελφοί μου, ἵνα μοι συγγνώμην δοίητε ἐφ᾽ οἷς παρὰ λόγον διὰ τῆς καθηγήσεως ἔλεξα ἢ ἔδρασα εἰς ὑμᾶς λογικῶς καὶ πραγματικῶς. Ἁμαρτίας γὰρ τίς συνήσει; Καὶ Πταίομεν ἅπαντες· καί γε μάλιστα ἐγὼ ὁ πάντων ἀχρειότερος ἀνθρώπων. Διὸ καὶ ἐξαιτοῦμαι ὑμῶν τὴν προσευχὴν εἰς ἐπίτευξιν σωτηρίας τῆς ταλαιπώρου μου ψυχῆς· ἔπειτα διὰ τοὺς κατὰ τὰς ἁμαρτίας μου ἀπορραγέντας τῆς ἐν Πνεύματι ἁγίῳ συναφείας ἡμῶν ἀδελφούς. Ἔστι μὲν οὖν, ἔστι δεδηλωμένον ἐν ἅπασι τὸ ἔνδικον αὐτοῖς παρὰ Θεῷ κρῖμα· ἀλλ᾽ ὅμως ἐπεὶ τέκνα καὶ μέλη, συμπαθητέον, καὶ διαμαρτυρητέον αὐτοῖς ἔτι. Λέγω δὴ, τῷ ἀδελφῷ Λεοντίῳ, Μαξίμῳ, Κλήμεντι, τοῖς ἄλλοις ἅπασι, τοῖς καθ᾽ οἱονδηποτοῦν τρόπον προφασιλογίας ματαίας ἀποσχισθεῖσι· τὰ εἰς ἐμέ· καὶ εἶπον πάλαι, καὶ λέγω ἄρτι· Συγχωρητέον αὐτοῖς. Ἀλλ᾽ ἐπειδὴ τὰ εἰς Θεὸν, οὐκ ἀνθρώπου λύειν ἁμετανόητα μένοντα· οὐ δήπου δὲ μετανενοηκότες φαίνονται· ἀλλὰ καὶ προσεξεργασάμενοι τοῦτο κἀκεῖνο, ἃ ἴσασι· παρακαλῶ, δι᾽ ὑμῶν ἢ νῦν, εἴτε μετὰ θάνατόν μου, φόβῳ τῶν πειρασμῶν, δοθῆναι αὐτοῖς τὸν λόγον· ὅτι βλέπετε, ἀδελφοί, φοβερὸν τὸ κρῖμα καὶ ἀπαραίτητον· εἰ μὴ μετανοίᾳ ἀξιολόγῳ ἐξιλεώσεσθε τὸν Θεόν· τὸ γὰρ ἐν ἐμοὶ τῷ ἁμαρτωλῷ συγχωρητέον ὑμῖν. Τοῦτό ἐστι τὸ ὑπολυποῦν με καὶ παριστάμενον· ὃ διατελέσαι πρὸς πάντας δυσωπῶ ὑμᾶς. Ἔρρωσθε ἐν Κυρίῳ.