Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 211: To Euphemius of Sardis
ΣΙΑ΄. — Εὐφημίῳ Σάρδης.
Σὺ μὲν, ὦ μακάριε, τῇ συνήθει ταπεινοφροσύνη χρώμενος οὐ διαλιμπάνεις ἀποσεμνύνειν ἡμᾶς τοὺς ἀγεράστους. Ἡμεῖς δέ σε ἴσμεν, ὡς ἀληθῶς, καὶ κρηπῖδα τοῦ λόγου, καὶ ἔρεισμα τῆς Ἐκκλησίας καὶ μάλιστά γε ἄρτι, ὁπηνίκα ἀπολελοίπασιν ἡμᾶς ὁ δεῖνα καὶ ὁ δεῖνα, οἱ διαφανεῖς Πατέρες, τὸ κλέος τῶν ὀρθοδόξων, καὶ ὡς εἷς σχεδὸν πυρσὸς ὑπερλάμπων τῶν ὑφειμένων διαθέεις τῶν ἐν ἄστει· πολλοὺς μὲν φωτίζων μυωπάζοντας ἐκ φωτολειψίας, πλείους δὲ προσάγων τῷ Θεῷ διὰ τῆς ἐπικλυζούσης, οἶον ρεύματί τινι, μελισταγοῦς διδαχῆς σου. Ἀλλὰ φυλαχθείης ἡμῖν ἔτι, ὦ τριπόθητε· οὐ μὴν ἀλλὰ καὶ πάσῃ τῇ Ἐκκλησίᾳ, εἰς στηριγμόν τε καὶ θεῖον ἀγαλλίαμα. Περὶ δὲ τοῦ πρεσβυτέρου ἐκέλευσας σημᾶναι οὖτως καὶ οὕτως, εἶναί τε καὶ ἐκλελυτρῶσθαι τῆς βαρβαρικῆς αἰχμαλωσίας, σύνισμεν πρὸς αὐτοῦ τούτου ἕκαστα ἐκμεμαθηκότες. Ἀλλ᾽ ὁ ἀνὴρ οὐ βούλεται, εἶτ᾽ οὖν οὐκ ἀνέχεται, τῷ καθ᾽ ἡμᾶς τύπῳ κεκανονίσθαι. Οἶσθα γὰρ, θεοτίμητε, ὅτι κοινῇ ψήφῳ τῶν τε ἔτι ὑπὲρ γῆν ὄντων, καὶ τῶν ἔναγχος ἐκδημησάντων πρὸς Κύριον ὁμολογητῶν, τοὺς ἅπαξ ἑαλωκότας τῇ αἱρετικῇ κοινωνίᾳ ἱερωμένους εἶρχθαι τῆς ἱερουργίας, διώρισται, ἕως δηλονότι καιροῦ ἐπισκοπῆς τῆς ἄνωθεν προνοίας. Καὶ πῶς ἂν δυνηθείημεν λῦσαι τὸν κανόνα, καὶ διὰ τῆς τοῦ ἑνὸς παραδοχῆς νόμον ἐπὶ ἅπαντας τοὺς προειργμένους ἀποῖσαι, κἂν τούτῳ ὑπεναντία μὲν δρᾶσαι τῷ θείῳ ἡμῶν καὶ πρωτάρχῳ καθηγεμόνι· ὅτι μηδὲ ἁπλῶς αὐτὸς τοὺς τοιούτους εὐλογεῖν κοινὴν βρῶσιν ἀνέχεται· μὴ ὅτι γε πλέον τι ἐνεργεῖν ἱερατικῶς· τοὺς ἄλλους τε τῶν ὁμολογητῶν σκανδαλίσαι, καὶ ὑποῖσαι διχόνοιαν τοὺς ἀκριβείας ἀντεχομένους;
Κἂν τινες ἴσως ἔφθασαν τῇ κατ᾽ αὐτοὺς διακρίσει διὰ τὸ στενὸν τοῦ χρόνου, καὶ τὸ τῶν ἐπιζητούντων ἀναγκαστικὸν, τινὰς τῶν πρεσβυτέρων μετὰ τὴν ἐπιτιμίαν ἀπολελυκέναι· ἡμῖν δὲ οὐδαμῶς τοῦτο κατεργάσασθαι ἄτερ τοῦ προέδρου· ὅτι καὶ νομιστέον εὖ ἔχειν τὸν λόγον τῆς καθείρξεως. Ποῦ γὰρ φανείη τὸ διάφορον τῶν προδωσάντων τὴν ἀλήθειαν, καὶ μή; τῶν γενναίως ἐνηθληκότων, καὶ μηδαμῶς ἐλομένων ὑπὲρ τοῦ καλοῦ τληπαθεῖν; Καὶ ποῦ ὁ Χριστὸς καὶ ὁ Βελίαλ, τὸ φῶς καὶ τὸ σκότος· εἴπερ ἀναμὶξ τὰ πάντα, καὶ πρὸ κρίσεως συνοδικῆς, κρίσις· καὶ πρὸ εἰρήνης, εἰρήνη; Ἀπόμοτον τοῦτο, ὦ Πατέρων κράτιστε, ὡς ἡμῖν γε δοκεῖ· εἴποιμεν δ᾽ ἂν καὶ τῇ ἀληθείᾳ. Ἀρκετόν γε τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, ὥς φησιν ὁ Ἀπόστολος, ὡς ἂν μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Οὐ μὴν προακτέον εἰς τὸν ἀφ᾽ οὗ εἴρχθη διὰ τὴν παράβασιν βαθμὸν, ἕως τοῦ δέοντος καιροῦ· ἵνα καὶ τὸ τοῦ πλημμεληθέντος εἶδος ἔτι κολάζοιτο παραπληκτικώτερον, καὶ ὁ τῆς ὑγιώσεως τρόπος ὑποφαίνοιτο διὰ τῆς προλήψεως τὸ ἱκανὸν ἔχων. Εἰ καὶ ὅτι ἐξαίρετά τινα κατ᾽ ἀπορίαν, μὴ παρόντος σεσωσμένου, συγκεχώρηται δρᾷν ἱερατικῶς, ἃ καὶ συνεπίσταται ἡ τελειότης σου, ὁ ἤδη εἰργμένος ταύτη. Ἀλλ᾽ οἷον ὅδε ὁ πρεσβύτερος καὶ πρὸ τῶν Βαρβάρων πεπραγμένα αὐτῷ συννοῶν, καὶ ὡς πολλοὺς τῇδε ἐφώτισε, καὶ δεῖν, φασὶ, διὰ πάντα ταῦτα λελυμένον εἶναι, οὐκ ἠνέσχετο ὑπελθεῖν ὁμοιοπαθῶς τοῖς ἐνταῦθα εἰρχθεῖσι· διὸ παρακεχωρήκαμεν αὐτῷ τὰ κατ᾽ αὐτὸν, ὡς ἂν διακρίνοιτο πρᾶξαι· οὔτε λύσαντες, οὔτε εἴρξαντες. Ἔῤῥωσο ἐν Κυρίῳ, ὑπερεύφημε, ἡμεῖς τε καὶ οἱ μεθ᾽ ἡμῶν ἀδελφοὶ πλεῖστα προσαγορεύομεν.