Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 212: To John the Grammarian
ΣΙΒ΄. — Ἰωάννῃ Γραμματικῷ.
Χάριν ὁμολογῶ τῷ ἁγίῳ Θεῷ, ὅτι σου ἠκουτίσθην εἰ καὶ ὀψὲ τοῦ καιροῦ τὴν φίλην φωνήν· οὐ γὰρ ἂν εἴποιμι χάριν εὑρεῖν τῷ ταύτην ἀσυφίλως πρότερον διακόψαντι. Ἀλλ᾽ ἐπειδὴ ὁμοῦ τῇ ἀποσκευῇ τῆς λύπης ἡ σοφή σου τιμιότης, καὶ τὸν περὶ τῆς σεπτῆς εἰκόνος τοῦ Χριστοῦ λόγον ἀντεξήγαγεν, ἐκεῖνο ἔχω λέγειν, ὦ τριπόθητε, ὅτι συνηγοροῦσαν, ἀλλ᾽ οὐκ ἀντηγοροῦσαν τοῖς πρὸς ἐμοῦ ἀπεσταλμένοις πάλαι τὴν ἔναγχός σου ἐπιστολὴν συμβαίνουσαν εὗρον. Ὁμολογουμένως γὰρ κατὰ τὰ προσκευασθέντα σοι λημμάτια, ὅτι πᾶσα εἰκὼν ἄλλου ἐστὶ δηλωτικὴ, δηλονότι τοῦ πρωτοτύπου· καὶ εἰ χρὴ φάναι κατὰ τὴν γραμματικὴν τεχνολογίαν, τοῦτ᾽ ἂν εἴη ἀναφορικὸν, ὃ καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν, καὶ ἀνταποδοτικὸν καλεῖται. Καὶ μὴν οὐχ ὡς ὕλη δεῖν προσάγειν τῇ Χριστοῦ εἰκόνι τὴν προσκύνησιν· ἀλλ᾽ ὡς αὐτῷ Χριστῷ· εἴπερ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὑπεξαιρουμένης τῆς ὕλης τῷ τῆς ἐπινοίας λόγῳ ἐκ τοῦ ἐν αὐτῇ σχηματιζομένου χαρακτῆρος. Καὶ λατρευτῶς, ὡς φὴς, προσακτέον τὴν προσκύνησιν τῷ Σωτῆρι Χριστῷ, καὶ πρὸ σαρκὸς, καὶ μετὰ σάρκωσιν· καὶ πρὸ τῆς εἰκόνος, καὶ δι᾽ αὐτῆς· καὶ οὐδεὶς τῶν εὖ φρονούντων, οἶμαι, ἀντιφέρεσθαι τοῖς ὀρθῶς δεδογματισμένοις. Ἀλλὰ γὰρ καὶ τοῖς ὑποδείγμασι τοῦ τε ἡλίου πρὸς τὸ ὕδωρ, καὶ τοῦ ἀΰλου τριγώνου, ἤτοι μαθηματικοῦ, πρὸς τὸ ἔνυλον, οὐκ ἀπεμφαῖνον ἕπεσθαι. Ἐπεὶ καθ᾽ ὑπόθεσιν εἰ ληφθείη λατρευτὸς ὁ ἥλιος, ἢ τὸ τρίγωνον σχῆμα, πρὸ τοῦ τὸν μὲν ἐν ὕδασι πάλλειν, τὸ δὲ πρὸ τοῦ ἐν ὕλῃ ὑποφανθῆναι· δηλονότι, καὶ μετὰ τὴν ἐκεῖσε ἔμπτωσιν, ἤτοι συμφυῖαν, λατρευτὸν ἑκάτερον. Οὐτω γὰρ καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀραρότως ὑπέδειξας, καὶ μετὰ σάρκωσιν ὡς πρὸ σαρκώσεως λατρευτὸν εἶναί τε καὶ προσκυνεῖσθαι. Λατρευτὸς οὖν, ὦ τᾶν, ὁ Χριστὸς ὁμολογουμένως· ἀλλ᾽ οὐχὶ ἡ σεπτὴ αὐτοῦ εἰκὼν λατρευτή, ὥσπερ καὶ ὁ ἥλιος καθ᾽ ὑπόθεσιν συμμιγὴς τῷ ὕδατι, ἀλλ᾽ οὐχὶ ἡ εἰκὼν τοῦ ἡλίου· καὶ τὸ τρίγωνον ὑλωθὲν, ἀλλ᾽ οὐχὶ ἡ εἰκὼν τοῦ τριγώνου. Ὅρα γὰρ ὅτι μία ἡ λατρεία ἡμῶν τῶν Χριστιανῶν μόνῃ τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ Τριάδι προσενηνεγμένη ὑπό τε πάσης ὁρατῆς φύσεως καὶ ἀοράτου. Καὶ οὐκ ἐγχωρεῖ τὴν σεπτὴν εἰκόνα Χριστοῦ λατρευτὴν φάναι. Δυοῖν γὰρ θάτερον· ἢ τὸ κατ᾽ αὐτὴν λατρευτὸν τῇ τριαδικῇ λατρείᾳ συνεισκρίνειν· ὅπερ ἀδύνατον· ἐπείπερ οὐκ ἐνδέχεται προσθήκην τινὰ συνεισοίσειν τῇ Τριάδι· εὑρεθήσεται γὰρ τετρὰς οὖσα· ἢ μὴ συνεισκρινομένου ἐκεῖσε, καθ᾽ ἑαυτὸ δὲ ὄντως λατρευτοῦ, δύο τὰς λατρείας ἡμῶν δογματίζειν· καὶ τί ἂν ἄλλο ζητοῖεν Ἐλλήνιοι (cod. Reg. ἐλεῖν] Εἰκονομάχοι πρὸς ἡμῶν, ἢ τὸ ἐντεῦθεν ἀποδεῖξαι ἡμᾶς τῇ δυϊκῇ λατρείᾳ λατρεύοντας τῇ κτίσει παρὰ τὸν Κτίσαντα, καὶ οὐδὲν τῶν Ἀρειανῶν ἐλάττους κατὰ ἀσέβειαν; Προσκυνητέον οὖν τῇ εἰκόνι Χριστοῦ, οὐ λατρευτέον· ἀλλὰ τῷ ἐν αὐτῇ προσκυνουμένῳ Χριστῷ, κατὰ τὸν τῆς ἀκολουθίας λόγον· ἐπειδὴ ταῦτα δύο, εἰκών τε καὶ πρωτότυπον, καὶ ἡ διαφορότης οὐκ ἐπὶ τῆς ὑποστάσεως, ἀλλὰ κατὰ τὸν τῆς οὐσίας λόγον.