Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 213: To Michael the Syncellus, of the Holy City

ΣΙΓ΄. — Μιχαὴλ Συγκέλλῳ Ἁγιοπολίτῃ

Ἄρτι ἐπιστέλλω τῇ τιμιότητί σου, ὁπηνίκα εὐωδώθη μοι ἐν τῷ θελήματι τοῦ Θεοῦ εὑρεῖν διάκονον τοῦ γράμματος· ἐπεὶ ἔμελλον ἂν ἐξ αὐτῆς τῆς καθείρξεως ἡμῶν αὐτὸ τοῦτο ποιεῖν, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις ἴσως· οὐδὲ γὰρ ὅτι ὑμεῖς ἀλλοδαπεῖς, ἡμεῖς ὑμῶν ἑτεροειδεῖς. Ἀλλ᾽ ὅτι ἐκ μιᾶς μητρὸς τῆς υἱοθεσίας γεγεννημένοι, καὶ τῷ αὐτῷ χαρακτῆρι τῆς εἰλικρινοῦς πίστεως μεμορφωμένοι, καὶ ἀδελφοὶ, καὶ συμπολῖται, κεφαλὴν ἔχοντες τὸν Χριστόν· οὗπερ ὡς σῶμα τελοῦντες, καὶ μέλη ἐκ μέρους ὀφειλέται ἐσμὲν καὶ συγχαίρειν ἀλλήλοις ἐν τοῖς δεξιοῖς, καὶ ἀνιᾶσθαι αὖ ἐπὶ τοῖς λυπηροῖς. Ἀλλ᾽ ὦ πῶς, ἀλλαχῇ ὡρμημένους ὑμᾶς πορεύεσθαι, ἠνάγκασεν ἡ φορὰ τοῦ καιροῦ ἐν ἄρκυσιν ἐμπεσεῖν τῶν τῇδε κρατοῦντων; Τί οὖν ἔστιν εἰπεῖν πρὸς ταῦτα; ἢ ὅπερ φησὶ τὸ ἱερὸν γράμμα· Καὶ ὁ ἀγὼν ἦγε τὸν Ἡοὺ, ἀλλ᾽ ἐκεῖ μὲν εἰς τὸ βασιλεῦσαι τοῦ Ἰσραήλ· ἐνταῦθα δὲ, εἰς τὸ μαρτυρῆσαι τῇ ἀληθείᾳ· ὡς ἂν πληρωθῇ τὸ εἰρημένον καὶ τανῦν· Ἐκ Σιὼν ἐξελεύσεται λόγος, καὶ νόμος Κυρίου ἐξ Ἰερουσαλήμ. Ὧδε ὁ νοῦς, ὦ πάμμακαρ Στῆθι γενναίως, ὑπομιμνήσκομεν· Δόξασον δὴ τὸν Θεὸν ἐν τῷ σώματί σου καὶ ἐν τῷ Πνεύματι. Εἰπὲ καὶ αὐτὸς μετὰ τοῦ θεσπεσίου Παύλου· οἶδα ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου· ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι· ἀλλ᾽ ἐν πάσῃ παῤῥησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς, εἴτε διὰ θανάτου. Ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Ἴδε ὁ γλυκὺς ἀγὼν, ἴδε ὁ μακάριος συναλλαγμὸς, βραχείαις θλίψεσί τε καὶ περιστάσεσιν, εἶτ᾽ οὖν πληγαῖς τε καὶ ῥανίσιν αἵματος Θεὸν γενέσθαι, καὶ Θεοῦ τοῦ ὄντως ὄντος ἐπιτυχεῖν. Ἐμονώθης τοιγαροῦν, ὡς ἀκηκόαμεν, τμηθεὶς τῷ φρονήματι ἀπὸ τῶν ἀγαπησάντων τὸν νῦν αἰῶνα· ἀλλὰ συναιώθης πᾶσι τοῖς ἀντεχομένοις τοῦ τῆς ἀληθείας λόγου. Ἐντεῦθέν σε ὁ χορὸς τῶν μαρτύρων ὑπολαβεῖν βούλεται ὁλόκληρον· ἐκεῖθεν τῶν ὁμολογητῶν τὸ στίφος χεῖρα προτείνει ἑλεῖν ὁμόχρον.

Μὴ δὴ ἀπολειφθῶμεν τῆς καλῆς χορείας, ὦ σεβάσμιε· μηδ᾽ αὖ καταισχύνωμεν τὰς πάντων ἐλπίδας, ὦ τριπόθητε. Πόσα ἂν ἔκαμες, ὥστε σου τὸ ὄνομα ἀκουστὸν ἐν ἀρετῇ γενέσθαι τοῖς ὧδε κἀκεῖσε; Νῦν δὲ ὡς ἐπ᾽ ὅρους ἀρετῶν διὰ τῆς ὁμολογίας ἀναβεβηκὼς, ἐμφανὴς ἐγένου τῷ κόσμῳ, καὶ λαμποφορεῖς ἡλίου φωτεινότερον σὺν τῷ λόγῳ καὶ τὸν βίον, εἰς δόξαν Τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς· εἰς τόπον ἤρχθης ὑπεραίνοντα, εἰς γλῶσσαν παρεδόθης βλάσφημον· πόσα μὲν οὖν οὐ σαίνουσαν; πόσα δὲ οὐ ψευδολογοῦσαν καὶ πειρωμένην ὑποκλίνειν ἀπὸ τοῦ ὑψηλοῦ καὶ θείου φρονήματος; ἀλλ᾽ ἴσμεν ἐξ ἀκοῆς, ὅσος καὶ αὐτὸς εἶ χάριτι Χριστοῦ, λόγον ἐπέχων ζωῆς, σοφίας ῥεῖθρον ἀπὸ στόματος προβαλλόμενος, ἀντεπεξάγειν τὰ εἰκότα ταῖς ματαίαις προτάσεσιν. Ἡμεῖς δὲ οἱ ταπεινοὶ ἐκεῖνο λέγομεν καὶ διασαφοῦμεν, ὅτι λογάδες πάλαι τε καὶ νῦν προέστησαν τοῦδε τοῦ ἰεραρχικοῦ θρόνου, εὐτεχνίᾳ δογμάτων τὸ περὶ τῶν ἱερῶν εἰκόνων θεώρημά τε καὶ σύνθημα διατυπώσαντές τε καὶ ἐκδώσαντες. Καὶ, εἰ δεῖ ἀποστολικῶς εἰπεῖν, Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ὧδε γὰρ προελθοῦσα ὡς ἐξ ἄδου πυλῶν ἡ Εἰκονομαχικὴ αἵρεσις, ὧδε καὶ κατήργηται, ἀλλὰ καὶ ἔτι καταργηθήσεται ταῖς αὔραις τοῦ ἁγίου Πνεύματος· ὁπηνίκα ἐπιτιμήσει Χριστὸς τῇ πονηρᾷ ταύτῃ ὡς ἀληθῶς θαλάσσῃ, περὶ ἣν πολλὰ τὰ περὶ τὴν πίστιν ναυάγια, οὐ τοσοῦτον διαστροφῇ νοὸς, ὅσον δέει τῶν κρατούντων. Πλὴν ὅτι περιείλοντο πολλοὶ τοῦ κλύδωνος πηδαλιουχούμενοι Πνεύματι ἁγίῳ· καὶ πολλὰ τὰ μαρτύρια, καὶ τὰ τῆς εὐσεβείας συγγράμματα πᾶσαν πλάνησιν διελέγχοντα, καὶ τὴν τῆς ἀληθείας ὡραιότητα πάσαις πισταῖς διανοίαις ὑποφαίνοντα. Μεθ᾽ ὧν φυλαχθείη καὶ ἡ σὴ μακαριότης, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνιζομένη, τὸν δρόμον τελοῦσα, τὴν πίστιν τηροῦσα, εἰς ἀπόληψιν τοῦ τῆς δικαιοσύνης στεφάνου. Εἶεν.

· Contents ·