Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 214: To Hypacoe the Nun

ΣΙΔ΄. — Ὑπακοῇ μοναζούσῃ.

Καὶ εὐλαβούμενοι γράφειν, ὅμως ἀναγκαζόμεθα στόμα εὐχάριστον καὶ αἰνέσιμον ἀνοίγειν τῇ τιμιότητί σου. Ἕως πότε οὖν οὐκ ἀνήσῃ, καλλιμῆτορ, κιχρᾶν ἡμῖν σεαυτήν; Ἕως τίνος τὰ δωρήματά σοι οὐκ ἀπολήξουσιν ἐντεῦθεν καὶ ἐντεῦθεν παραπεμπόμενα; καὶ μάλιστά γε νῦν· ὅτε πολλά σε τὰ λυπηρὰ περιεστοίχισαν· ἐφ᾽ οἷς καὶ ἐκινήθημεν μᾶλλον ἐπιστεῖλαι· μαθόντες οὕτως καὶ οὕτως, ἐπὶ τῷ λειψάνῳ τοῦ μακαρίου ἀδελφοῦ σου καταπράξασθαί σε. Φασὶ γὰρ ἀνεωγέναι σε τὴν θήκην παραγενομένην ἐκ τῆς ἀλλοδαπῆς, εἶτα περιπλακῆναι τῷ λειψάνῳ, καὶ εἷς ἀγκάλας ἑλεῖν μετενταφιάζουσαν οἱονεὶ τὸν νεκρὸν ἄλλοις καινοῖς ὀθονίοις. Τίς οὖν οὐκ αἰάσατο τὸ φιλάδελφόν σου; τίς δὲ τηνικαῦτα παρὼν οὐκ ἂν ἐξέχεε δάκρυα; οὐκ ἂν ὡλοφύρατο θερμῶς; ὅπου γε καὶ ἡμῶν ποῤῥωτέρω διακειμένων ἐξ ἀκοῆς μόνον ἥψατο τὸ πάθος, καὶ περιωδύνησε τὴν καρδίαν σφόδρα. Ὢ ἀγγελίας πικρᾶς! ὦ συναντήματος ὀδυρτικοῦ! τί ἦμεν, καὶ τί ἐγενόμεθα; ἐξαπίνης ὀρφανοὶ, ἐρημάδελφοι. Τάχα ἐστέναξεν ὁρῶν καὶ ὁ ἥλιος τὸ γενόμενον· ἐδάκρυσε δὲ σελήνη τὰ φθάσαντα· ἐστύγνασαν δὲ ἀστέρες, ὡς λυπούμενοι, ὅτι οὖν εἰπεῖν ἄλλο τῶν στοιχείων πεπονθὸς τὰ ὅμοια. Τί οὖν ἐπιμείνωμεν τοῖς λυπηροῖς; συσκοτάσωμεν τῷ νέφει τῆς λύπης, καὶ γενώμεθα ὡς οἱ ἀπολωλεκότες; Οὐμενοῦν, ἀδελφὴ ἐν Κυρίῳ. Οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα· οὐδὲ ἀνέλπιστα, κατὰ τὰ ἔθνη τὰ ἀμύητα· ἀλλ᾽ ἐν χερσὶ Θεοῦ τοῦ τὰ πάντα συνέχοντος· παρ᾽ οὗ καὶ γεγόναμεν καὶ ἡμεῖς, καὶ οἱ γεγενηκότες ἡμᾶς· ἐξ οὗ καὶ τὸ ἀναπνεῖν καὶ ζῇν κεκτήμεθα· καὶ τὸ εἰς τόδε προαχθῆναι τοῦ μεγίστου τῶν ἀξιωμάτων παρθενικὸν ἐπάγγελμα. Ἐκλαύσαμεν οὖν τὰ εἰκότα ἐπὶ τῷ ἀδελφῷ. Νῦν καιρὸς παρακλήσεως, νῦν ἡμέρα εὐχαριστίας. Ἀποθώμεθα οὖν τὸ πενθικὸν σχῆμα, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τῆς μεγαλοψυχίας. Προὐπέμψαμεν ἀδελφὸν ἀγαθὸν τῷ τε εἴδει, καὶ τῇ γνώμῃ, καὶ τῇ πίστει, ὥσπερ καὶ πρότερον τοὺς ὁμαίμονας, καὶ τοὺς γεννήτορας· μικρὸν ὕστερον συνεψόμεθα καὶ ἡμεῖς. Οὐδεὶς ὁ ζήσων, καὶ μὴ θνηξόμενος· οὐδεὶς ὁ γεννηθεὶς, καὶ μὴ ταφείς. Παρασκευασώμεθα λίαν καὶ ἡμεῖς πρὸς τὴν ἔξοδον· ἑτοιμάσωμεν τὰ ἐφόδια τῆς μεταστάσεως· τυπώσωμεν τὰς ἀδελφὰς τῷ οἰκείῳ καταστήματι, καὶ πενθεῖν εὐκαίρως, καὶ εὐχαριστεῖν ἁρμοδίως. Δείξωμεν τοῖς ὁρῶσιν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν ἐστι δοξαζόμενος, εὐχαριστούμενος ἐφ᾽ οἷς κελεύει. Αὐτὸς ἔδωκεν, αὐτὸς καὶ ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐπίετο. Ναὶ παρακαλῶ τὴν τιμιότητά σου ἴσα καὶ μητρὶ καὶ γεννησάσῃ ἤτοι ἀδελφῇ τῇ φιλτάτῃ μοι· ἀφήσωμεν φωνὴν αἰνέσεως· ὑποδείξωμεν πρόσωπον φαιδρότητος· διδάξωμεν ἔργοις, ὅτι τὸν σταυρὸν ἐπ᾽ ὤμων φέρομεν· καὶ τῇ προαιρέσει ἀπεθάνομεν, καὶ εἴκομεν κατὰ πάντα τοῖς θείοις προστάγμασιν. Ἐὰν οὕτω πράξοις, ὅσον τὸ καλὸν, εὐφρανεῖς Χριστὸν, τὸν ἀθάνατόν σου νυμφίον. Ἐπεὶ ἐὰν λυπῇ, λυπεῖς αὐτὸν ὡς τὸ εἰκὸς, ὡς ἄλλον περισσότερον ἐκείνου φιλοῦσα. Ὁρᾶς ποῦ σε ὁ λόγος ἤγαγεν; ὡς οὐδὲ ὀρφανὴν οὖσαν, οὐδὲ ἀνεπίσκοπον, οὐδὲ ἀπροστάτευτον· Εἰ γὰρ ὁ Θεὸς μεθ᾽ ἡμῶν, τίς καθ᾽ ἡμῶν; εἰ αὐτὸς ὁ περιέπων, τίς ὁ ἀντιπίπτων; Οὕτως καὶ τανῦν προήχθην, ἀδελφὴ, παρακαλέσαι σε. Αὐτὴ δὲ εὖ πράττουσα πείθοιο ἀσόφῳ γέροντι, εὖ συμβουλεύσαντι, καὶ τῷ ὄντι οἰκειοπαθοῦντι ὀφειλομένως, ὡς οἰκεῖα, τὰ σά.

· Contents ·