Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 215: To Methodius the Monk
ΣΙΕ΄. — Μεθοδίῳ μονάζοντι.
Ὅσην ἔχει ἐπιποθίαν ἡ τιμιότης σου ἰδεῖν τὴν ταπείνωσιν ἡμῶν, τοσαύτην οἰέσθω καὶ τὴν ἡμετέραν εἶναι πρὸς τὴν κατ᾽ ὀφθαλμοὺς ὁμιλίαν. Ἀλλ᾽ ἐπειδὴ γέγραπται· Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ· αὐτῷ ἀναθετέον τὸν πόθον, καὶ ἐπιῤῥιπτέον τὴν μέριμναν, καὶ αὐτὸς ποιήσει, ὁπηνίκα ἂν καὶ βούληται, θέλημα τῶν φοβουμένων αὐτόν. Τὸ δὲ νῦν ἔχον, ἀναγκαῖον περὶ τῶν προταθέντων κεφαλαίων ὑπὸ τῶν πνευματικῶν ἡμῶν ἀδελφῶν Ἰλαρίωνός τε καὶ Εὐστρατίου, μεσολαβούσης τῆς σῆς εὐλαβείας, ἀποκριθῆναι τὰ εἰκότα. Ὡς ἂν δὲ εὐσύνοπτα γένηται τὰ λεγόμενα, ἑνὸς ἑκάστου προταθέντος κεφαλαίου κατὰ συνέχειαν, καὶ ἡ ἀπόκρισις εἶεν.
Ἐρώτησις Α΄. — Περὶ τῶν χειροτονηθέντων πρεσβυτέρων ἐν Ῥώμῃ, ἐν Νεαπόλει, καὶ ἐν Λογγιβαρδίᾳ, ἀκηρύκτων, καὶ ἀπολελυμένων· εἰ χρὴ τοὺς τοιούτους δέχεσθαι, καὶ κοινωνεῖν αὐτοῖς, καὶ συνεσθίειν, καὶ συνεύχεσθαι.
Ἀπόκρισις. — Ἐν καιρῷ αἱρέσεως οὐ κατὰ τὰ ἐν εἰρήνῃ τυπωθέντα πάντως ἀπαραλείπτως γίνεται, διὰ τὴν ἀναγκάζουσαν χρείαν. Ὅπερ φαίνεται πεποιηκὼς ὅ τε μακαριώτατος Ἀθανάσιος, καὶ ὁ ἁγιώτατος Εὐσέβιος, ὑπερορίους χειροτονίας ἀμφότεροι ποιησάμενοι. Καὶ νῦν δὲ τὸ αὐτὸ ὁρᾶται πραττόμενον ἐν τῇ παρούσῃ αἱρέσει. Ὥστε οἱ ὑποδηλωθέντες, εἰ οὐ προδήλως εἰσὶ κατεγνωσμένοι, οὐδαμῶς ἐκ τοῦ οὕτως χειροτονηθῆναι ἀποτρόπαιοι, ἀλλὰ προσδεκτέοι κατὰ τέσσαρας προτάσεις.
Ἐρώτησις Β΄. — Περὶ τῶν χειροτονηθέντων πρεσβυτέρων ὑπερόρια ἐν Σικελίᾳ· εἰ χρὴ τούτους δέχεσθαι.
Ἀπόκρισις. — Τοῦτο τὸ ἐρώτημα ὅμοιον τοῦ προτεθέντος, εἰ καὶ καθ᾽ ὕφεσιν τόπου ἀνόμοιον. Ὁμοίαν δηλονότι ἕξει καὶ τὴν ἀπόκρισιν.
Ἐρώτησις Γ΄. — Περὶ τῶν κοινωθέντων ἐκκλησιῶν ἐκ τῶν ἱερέων τῶν κοινωνησάντων τῇ αἱρέσει, καὶ κατεχομένων ὑπ᾽ αὐτῶν· εἰ χρὴ ἐν αὐταῖς εἰσιέναι χάριν εὐχῆς καὶ ψαλμῳδίας.
Ἀπόκρισις. — Οὐ χρὴ τὸ καθόλου εἰς τὰς τοιαύτας ἐκκλησίας εἰσιέναι, κατὰ τοὺς εἰρημένους τρόπους· ἐπειδὴ γέγραπται· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ἅμα γὰρ τῷ εἰσαχθῆναι τὴν αἵρεσιν, ἀπέπτη ὁ ἔφορος τῶν ἐκεῖσε ἄγγελος, κατὰ τὴν φωνὴν τοῦ μεγάλου Βασιλείου· καὶ κοινὸς οἶκος ὁ τοιόσδε χρηματίζει ναός. Καὶ οὐ μὴ εἰσέλθω, φησὶν, εἰς Ἐκκλησίαν πονηρευομένων. Καὶ ὁ Ἀπόστολος· Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;
Ἐρώτησις Δ΄. — Περὶ τῶν τῶν κοινωθέντων ἐκκλησιῶν ὑπὸ τῶν αὐτῶν ἱερέων, καὶ μὴ κατεχομένων ὑπ᾽ αὐτῶν· εἰ χρὴ ἐν ταῖς τοιαύταις ψάλλειν καὶ εὔχεσθαι.
Ἀπόκρισις. — Χρὴ μὲν οὖν εἰσιέναι ἐν ταῖς τοιαύταις ἐκκλησίαις εἰς τὸ ψάλλειν καὶ εὔχεσθαι· ἀλλ᾽ εἴπερ ἀσφαλῶς μηκέτι χραίνονται ὑπὸ τῶν ὀρθοδόξων εἰς τὸ ἀεί. Τετύπωται δὲ ἐνταῦθα, ὑπὸ σεσωσμένου ἐπισκόπου, ἢ ἱερέως τὰ ἀνοίξια τῆς ἐκκλησίας γίνεσθαι, ὑποφωνουμένης εὐχῆς. Ὥστε εἰ τοῦτο γένοιτο, καὶ τὸ λειτουργεῖν ἐκεῖσε οὐκ ἀπᾷδον. Παράδειγμα, τὸ τὸν ἅγιον Ἀθανάσιον ὑπὸ Κωνσταντίου τοῦ βασιλέως παρακαλούμενον μίαν ταύτην χάριν παρασχέσθαι, τοῦ ἐν Ἀλεξανδρείᾳ ἕνα ναὸν παραδοῦναι τοῖς Ἀρειανοῖς εἰς τὸ συνάγεσθαι, κατανεῦσαι, ἄνπερ ἐν Κωνσταντινουπόλει λήψοιτο καὐτὸς τὴν αὐτὴν χάριν, τοῦ συνάγεσθαι τοὺς ὀρθοδόξους ἐν ἑνὶ ναῷ κατεχομένῳ ὑπὸ Ἀρειανῶν.
Ἐρώτησις Ε΄. — Περὶ τῶν ἐν σώματι ἁγίων· εἰ χρὴ εἰσιέναι εἰς τὰ κοιμητήρια αὐτῶν, καὶ εὔχεσθαι, καὶ προσκυνεῖν αὐτοῖς κατεχομένων ὑπὸ τῶν μιανθέντων ἱερέων.
Ἀπόκρισις. — Οὐ παραχωρεῖ κανὼν, κατὰ τὰ προδηλωθέντα, εἰσιέναι εἰς τὰ τοιαῦτα κοιμητήρια. Γέγραπται γάρ· Ἵνα τί ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; εἰ μή τι ἂν ἐξ ἀνάγκης, κατὰ μόνον τὸ ἀσπάσασθαι τὸ τοῦ ἁγίου λείψανον, ἡ εἴσοδος γένοιτο.
Ἐρώτησις ϛ΄. — Περὶ τῶν λαβόντων τὸ μοναχικὸν σχῆμα ἐκ τῶν κοινωθέντων ἱερέων· πῶς χρὴ τούτους δέχεσθαι.
Ἀπόκρισις. — Ὁμολογοῦντας ἡμαρτηκέναι, καὶ ἐπιτιμηθέντας χρόνῳ τινὶ, εἶθ᾽ οὕτως σφραγῖδα δεχομένους παρὰ σεσωσμένου πρεσβυτέρου, προσδεκτέον.
Ἐρώτησις Ζ΄. — Περὶ τῶν ὑπογραψάντων καὶ κοινωνησάντων μοναχῶν καὶ κληρικῶν ἐν τῇ αὐτῇ αἱρέσει· πῶς χρὴ τούτους δέχεσθαι· χωρὶς ἐπιτιμίου, ἢ μετὰ ἐπιτιμίου· ἐὰν ὁμολογῶσι μηκέτι ἐνεργεῖν ἐν τῇ ἱερατείᾳ· καὶ εἰ ἔξεστιν ἡμῖν, διδόναι ἐπιτίμια τοῖς τοιούτοις.
Ἀπόκρισις. — Δῆλον ὅτι μετὰ τῶν προσηκόντων ἐπιτιμίων. Πῶς γὰρ ἂν μὴ τοὺς καρποὺς τῆς μετανοίας ἐπιδεικνύμενοι, εἶεν ἄξιοι συναφθῆναι τῷ ὀρθοδόξῳ σώματι; διδόναι δὲ καὶ ἡμᾶς ἐπιτίμια τοῖς τοιούτοις, οὐκ ἀποκριτέον. Γέγραπται γὰρ, Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
Ἐρώτησις Η΄. — Περὶ τῶν μοναχῶν τῶν ἀδιαφόρως παραβαλλόντων τοῖς τυχοῦσι, καὶ συνευχομένοις καὶ συνεσθίουσιν αὐτοῖς· εἰ χρὴ δέχεσθαι τοὺς τοιούτους εἰς συνεστίασιν καὶ ψαλμῳδίαν.
Ἀπόκρισις. — Τοῦ Ἀποστόλου λέγοντος· Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ᾽ ἡμῶν· πῶς οὐχὶ καὶ ἀφ᾽ ἑαυτῶν τὸ καλὸν κρίνετε; εἰ μὲν οὖν ἀπόσχοιντο τῆς ἐφαμάρτου συνηθείας, καταδεχόμενοί τε καὶ ἐπιτιμίαν τὴν προσήκουσαν, δεκτέοι. Ἐπιτηρητέον δὲ τίνες εἰσὶν οὓς φῆτε τυχόντας· ἄρα αἱρετικοὶ, ἢ προδήλως κατεγνωσμένοι ἐπὶ τῷ βίῳ; περὶ τῶν τοιούτων γὰρ, φησὶν ὁ Ἀπόστολος· Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, καὶ τὰ ἑξῆς· τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
Ἐρώτησις Θ΄. — Περὶ τῶν πρεσβυτέρων, τῶν βεβρωκότων μετὰ τῶν αἱρετικῶν ἅπαξ καὶ δὶς, καὶ μὴ κοινωνησάντων, ἢ ὑπογραψάντων, ἢ συλλειτουργησάντων· εἰ χρὴ τοὺς τοιούτους δέχεσθαι εἰς συνεστίασιν, καὶ ψαλμωδίαν, χωρὶς σφραγῖδος ἢ μετὰ σφραγῖδος.
Ἀπόκρισις. — Ἐπὶ τῶν τοιούτων τηρητέον, εἰ οἱ βεβρωκότες ἱερεῖς μετὰ ἱερέων αἱρετικῶν ἢ λαϊκῶν ἔφαγον, καὶ ὁμολογουμένων ἢ ὀρθοφρονούντων μὲν, κοινωνούντων δὲ τοῖς αἱρετικοῖς. Μεῖζον γὰρ τὸ κρῖμα ἐπὶ τῶν ἱερωμένων. Μετανοίᾳ δὲ ἀξιολόγῳ ἑκατέρους προσδεκτέον κοινωνῆσαι αὐτοῖς ἁλῶν τε, καὶ προσευχῶν καὶ σφραγῖδος.
Ἐρώτησις Ι΄. — Περὶ τῶν ὑπογραψάντων κοσμικῶν ἐν τῇ αἱρέσει καὶ κοινωνούντων· εἰ χρὴ τοῖς τοιούτοις κοσμικοῖς ὀρθοδόξους κοσμικοὺς συνεσθίειν.
Ἀπόκρισις. — Ἡ ἀδιαφορία, τῶν κακῶν τὸ αἴτιον. Ἀναμέσον γὰρ, φησὶ, καθαροῦ καὶ βεβήλου οὐ διέστελλον. Χρὴ οὖν, εἴπερ ζηλωταί εἰσιν οἱ ὀρθοδοξοῦντες, μὴ προσίεσθαι τοὺς τοιούτους εἰς συνεστίασιν, εἰ μὴ πρότερον ὑπὲρ τῆς πονηρᾶς ὑπογραφῆς ἐπιτιμηθεῖεν· εἶτα καὶ ἀπόσχοιντο τῆς αἱρετικῆς κοινωνίας. Ἐπειδὴ δὲ κατὰ περίστασιν φεύγοντες τοὺς κινδύνους, χραίνονται τῇ αἱρετικῇ κοινωνίᾳ τινές· ὁμολογοῦντας τὴν περιπέτειαν καὶ μετανοοῦντας προσδεκτέον εἰς συνεστίασιν· καὶ τοῦτο οὐκ ἀδιαφόρως, ἀλλὰ κατά τινα σύμβασιν περιστατικὴν, καὶ φέρουσαν ἐντεῦθεν κέρδος ἀμφοτέροις, ἀλλ᾽ οὐ ζημίαν ψυχικήν.
Ἐρώτησις ΙΑ΄. — Περὶ τῶν θελόντων βαπτισθῆναι, ἐὰν μὴ εὑρεθῇ ὀρθόδοξος ἱερεὺς, ἢ ἄμεμπτος· εἰ χρὴ βαπτισθῆναι ὑπὸ τῶν κοινωθέντων ἱερέων, ἢ ἀκηρύκτων· μάλιστα ἐὰν θάνατος κατεπείγῃ.
Ἀπόκρισις. — Τύπος τοιοῦτος ἐξεφωνήθη ἐνταῦθα παρά τε ὁμολογητῶν, ἱεραρχῶν τε καὶ καθηγουμένων· τοὺς εἰρημένους πρεσβυτέρους τῆς λειτουργίας διὰ τὴν αἱρετικὴν κοινωνίαν, συγχωρεῖσθαι, μὴ εὐρισκομένου σεσωσμένου ἱερέως, καὶ βαπτίζειν, καὶ μεταδιδόναι τῶν ἁγιασμάτων προτετελεσμένων καὶ ἐξ ἀκρατήτου ἱερέως. Σχῆμά τε διδόναι μοναχοῦ, εὐχήν τε ποιεῖσθαι ἐπὶ ἐκκομιδῆς, Εὐαγγέλιόν τε ἐκφωνεῖν ἐπὶ ὄρθρου, καὶ τὸ τῶν Θεοφανίων ὕδωρ εὐλογεῖν, ὡς εἴρηται, κατὰ περίστασιν· διὰ τὸ μὴ ἐναπομένειν τοὺς λαοὺς παντάπασιν ἀνηκόους τοῦ Εὐαγγελίου, καὶ ἀφωτίστους. Εἰ οὖν συναρέσκει ὑμῖν, κρατείτω ὁ τοιοῦτος τύπος καὶ ἐν τοῖς αὐτόθι.
Ἐρώτησις ΙΒ΄. — Περὶ τῶν ἀποσχισάντων καὶ τῇ μετανοίᾳ προστρεχόντων· εἰ ἔξεστιν ἡμῖν τοῖς τοιούτοις ἐπιτίμια διδόναι, ἢ δέχεσθαι αὐτούς.
Ἀπόκρισις. — Ἤδη ἐν τοῖς ἀνωτέρω δεδήλωται, ὅτι χρὴ διδόναι· καὶ παρέλκον, δὶς τὸ αὐτὸ ἐπικυκλοῦν.
Ἐρώτησις ΙΓ΄. — Κἂν ἐπίσκοπος εἰς ἔγκλημα περιπεσὼν, ὑπὸ συνόδου καθαιρεθῇ, εἶτα πάλιν μετὰ καθαίρεσιν χειροτονήσῃ πρεσβύτερον· ὁ δὲ αὐτὸς πρεσβύτερος ἐν μοναστηρίῳ παραγενόμενος, ὑπὸ τοῦ ἰδίου ἡγουμένου δέξηται ἐπιτίμιον πρὸς χρόνον, καὶ μετὰ ταῦτα ἐνεργῇ ἐν τῇ ἱερωσύνῃ· εἰ χρὴ δέχεσθαι τὸν τοιοῦτον ἱερέα, εἰ ἀνέγκλητός ἐστι, διδαχθῆναι δεόμεθα.
Ἀπόκρισις. — Προφανοῦς οὔσης τῆς ἀτοπίας, οὐδὲ ἐπερωτῆσαι ὑμᾶς ἐχρῆν περὶ τοῦ τοιούτου ἐγκλήματος. Εἴρηκε γὰρ ὁ Χριστός· Οὐ δύναται σαπρὸν δένδρον· καρποὺς καλοὺς ποιεῖν. Ὥστε οὐχ ὅτι ὑπὸ τοῦ ἰδίου ἡγουμένου, ἀλλὰ κἂν ὑπὸ ἁγίου τινὸς, ἐπιτιμηθεὶς ὁ τοιοῦτος ἀπολέλυται τοῦ λειτουργεῖν. Οὐχ ἱερεύς, οὐδὲ ὁ λύσας, ἅγιος· ἐπεὶ οὕτω περιτραπήσεται πάντα κανονικὰ παραγγέλματα, καὶ οἰχήσεται.
Ἐρώτησις ΙΔ΄. — Περὶ τῶν πρεσβυτέρων τῶν ὑπὸ ὀρθοδόξων χειροτονηθέντων, μὴ ὑπογραψάντων δὲ, μηδὲ κοινωνησάντων, συμφαγόντων δὲ μόνον μετὰ Γρηγορίου τοῦ μητροπολίτου.
Ἀπόκρισις. — Ἐν τοῖς ἀνωτέρω προαπεδόθη ὁ περὶ τούτου λόγος. Εἴτε οὖν μετὰ Γρηγορίου, εἴτε μεθ᾽ οἵου δήποτε τῶν ἑτεροδόξων, ἡ συνεστίασις γέγονε· μετανοίᾳ ἀξιολόγῳ ὁ συνεστιαθεὶς τοῦ ἐγκλήματος ἀπολέλυται, οὐ μόνον πρὸς συνεστίασιν τῶν πεφυλαγμένων, ἀλλὰ καὶ πρὸς ἣν ἠξιώθησαν ἱερωσύνην. Τὸ δὲ μέτρον τοῦ ἐπιτιμίου οὐ δυνατὸν ὡρισμένως ὑποβάλλειν, διὰ ποιότητα καὶ προσώπου καὶ τρόπου· ὥστε ἐν δυσὶν ἢ τρισὶ τεσσαρακοσταῖς ἀρκεῖσθαι τὸν ἐπιτιμηθέντα.
Ἐρώτησις ΙΕ΄. — Περὶ πρεσβυτέρων ὁμοίως ὑπὸ ὀρθοδόξων χειροτονηθέντων, καὶ κατὰ ἄγνοιαν συμφαγόντων μετὰ πρεσβυτέρων βεβρωκότων μετὰ τοῦ αὐτοῦ μητροπολίτου.
Ἀπόκρισις. — Γέγραπται· Πᾶν τὸ ἐν ἀγνοίᾳ, καθαρισθήσεται. Ὥστε ἀνένοχοί εἰσι παντὸς ἐπιτιμίου.
Ἐρώτησις ΙϚ΄. — Περὶ πρεσβυτέρων ὀρθοδόξων, ἤγουν Ἰλαρίωνος, καὶ Εὐστρατίου μοναχοῦ· ἂν ἔχωσιν ἐξουσίαν τοῦ διδόναι ἐπιτίμια.
Ἀπόκρισις. — Προείρηται κἀν τοῖς ἀνωτέρω, ὅτι χρὴ διδόναι. Ἐπειδὴ δὲ ἐμφαίνει ἡ ἐρώτησις, εἰ δεῖ καὶ τὸν μὴ ἔχοντα ἱερωσύνην, διδόναι κατὰ ἀπορίαν πρεσβυτέρων, καὶ πίστιν τοῦ προσιόντος· οὐκ ἔξω τοῦ εἰκότος, καὶ τὸν ἁπλῶς μοναχὸν ἐπιτίμια διδόναι.
Ἐρώτησις ΙΖ΄. — Περὶ μονάζοντος τοῦ λαβόντος τὸ ἱερὸν σχῆμα κατὰ ἄγνοιαν ἀπὸ πρεσβυτέρου χειροτονηθέντος ὑπὸ καθηρημένου.
Ἀπόκρισις. — Εἴρηται ἐν ἑτέρῳ κεφαλαίῳ, ὅτι Πᾶν τὸ κατὰ ἄγνοιαν, καθαρισθήσεται. Καὶ οὐκ ἐξὸν ἀποστρέφεσθαι τὴν μετὰ τοῦ τοιούτου συνεστίασιν, καὶ ἐπὶ ἄλλων τὴν σύμβασιν ποιούντων ὁμοίως καὶ φιλίαν.
Ταῦτά σοι μὲν ὡς συμψύχῳ καὶ συμπόνῳ ἡμεῖς κατὰ τὸ ἐφικτὸν ἀνεπτύξαμεν. Αὐτὸς δὲ μεταδοίης ἀσφαλῶς τοῖς ἐπερωτήσασιν ἀδελφοῖς. Οὐ γὰρ πάντων ἡ πίστις· οὐδὲ πολλοῖς ἐκπέφρασται τὰ τοιάδε· οὐ μόνον διὰ τὴν ἄνοιαν τῶν ἀνομησάντων, ἀλλὰ καὶ διὰ τοὺς πειρασμοὺς τῶν κρατούντων. Ἀνθ᾽ ὧν δὲ οἱ εὐλαβέστατοι ἀπεστάλκασιν ἀποστόλων πολλῶν τε καὶ καλῶν, ἀμείψοιντο παρὰ Θεοῦ τὴν ἀξίαν μισθαποδοσίαν, καὶ τάδε δύο μαλακίσκια εἰς ὑπόμνημα φιλίας. Ἔῤῥωσθε ἐν Κυρίῳ, τιμιώτατοι, προσευχόμενοι ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας.