Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 216: To John the Cleric

ΣΙϚ΄. — Ἰωάννῃ κληρικῷ.

Τὸ μὲν τῆς ἀγάπης σου δῶρον ἀπεδεξάμεθα, φίλε γνησιώτατε. Τὸ δὲ αἴτημα ὅπερ ἠτήσω πρὸς τὸ, ἐὰν φθάσῃ συνεστιαθῆναι αἱρετικοῖς, εἰδέναι τὸ ἐπιτίμιον, ἐκεῖνο λέγομεν, ὅτι ἐπὶ παντὸς ἁμαρτήματος ἡ ἀξιόλογος μετάνοια τὴν συγχώρησιν ἔχει· οὐ μὴν πρὸ τοῦ ἁμαρτήματος ἔξεστιν ἐπιτίμια τιθέναι, καὶ ἀνοίγειν ἐντεῦθεν τὴν θύραν τῆς ἁμαρτίας. Οὐδὲ γὰρ ἐὰν ἐρωτήσῃς· Εἰ φθάσω πορνεῦσαι, ὡς οὐ βούλομαι, τί τὸ ἐπιτίμιον; χρή με ἀποκριθῆναί σοι τόδε· προτροπὴ γὰρ γίνεται τοῦ ἁμαρτεῖν. Ἀλλὰ τοῦτο ἀποκριτέον· Μὴ ποιῆσαι τὴν ἁμαρτίαν, μηδὲ προσκόψαι πρὸς λίθον τὸν πόδα, καὶ νοητῶς, καὶ αἰσθητῶς. Ὅταν δὲ προσκόψῃς, τότε ὁ ἰατρὸς παρακαλοῦντι καὶ μετανοοῦντι ἐπιδίδωσι τὸ θεραπευτικὸν ἴαμα. Ταῦτά σοι γέγραφα σὺν πολλῇ προσοχῇ, εὐχόμενος ῥυσθῆναί σε, ἠγαπημένε, ἀπὸ παντὸς κακοῦ.

· Contents ·