Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 217: To Thomais the Virgin
ΣΙΖ΄. — Θωμαῖδι παρθενευούσῃ.
Περιχαρῶς ἐδεξάμην τὴν πρότασιν τῆς τιμιότητός σου, διὰ φωνῆς ζώσης τοῦ ὑπερτίμου κυρίου ἀρχιήτρου, ἅτε παρὰ συγγενοῦς καὶ θεοφιλοῦς προσφωνηθείσης. Καὶ οὐκ ἀπαναίνομαι καὶ παρὰ γυναικὸς μανθάνειν ἔσθ᾽ ὅτε τὸ λανθάνον. Οὐ μὴν δοκῶ ἠγνοηκέναι τὴν περὶ τῶν σεπτῶν εἰκόνων προσκύνησιν, ὅπως ὀφείλει εἶναι. Ἡμεῖς τοιγαροῦν, ὦ τιμιωτάτη, ἵνα περὶ τῶν ἄλλων ἐάσω τὸ παρὸν λέγειν, τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὕτως προσκυνοῦμεν, ὡς αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Τὸ δὲ, Ὡς, τοῦτο ὁμοιώσεώς ἐστιν, ἀλλ᾽ οὐ βεβαιώσεως· ἢ γὰρ ἂν, οὐκ εἰκὼν Χριστοῦ, ἀλλ᾽ αὐτὸς Χριστός ἐστιν. Ἀλλὰ μὴν εἰκὼν Χριστοῦ ἐστιν, καὶ ἐν τῇ αὐτοῦ εἰκόνι προσκεκύνηται, καὶ ὡς ἕτερον ἐν ἑτέρῳ δέδεικται. Φησὶ γὰρ ὁ Χρυσόστομος· « Εἶδον ἄγγελον ἐν εἰκόνι· » καὶ ὁ Θεολόγος Γρηγόριος πάλιν· « Τῇ δ᾽ ἦν ὑπερκύπτων Πολέμων ἐν εἰκόνι. » Οὐκοῦν καὶ ὁ Χριστὸς ἐν τῇ ἐκείνῃ εἰκόνι καὶ ὁρώμενός ἐστι καὶ προσκυνούμενος. Ἀλλ᾽ εἰ καὶ ὁμοιωματικῶς, ὅμως, ὅτι αὐτὸς προσκυνεῖται καὶ αὐτὸς λατρεύεται, οὐ μὴν ἡ εἰκὼν αὐτοῦ λατρευτή· ἐπεὶ οὐδὲν διάφορον εἰκόνος καὶ πρωτοτύπου. Καίτοιγε ταῦτα δύο, τῇ διαφορότητι τῆς οὐσίας, οὐ τῇ ὁμοιότητι τῆς ὑποστάσεως. Ἔπειτα, καὶ εἰ Τριὰς μόνη ἐστὶ λατρευομένη, πῶς δύναιτ᾽ ἂν καὶ ἡ εἰκὼν λατρεύεσθαι; εὑρεθήσεται γὰρ τετρὰς ἡ Τριὰς, προσθήκην δεξαμένη· ὅπερ ἐστὶν ἀσεβές. Εἰ δὲ καὶ ἰδιαζόντως ἔχει τὸ λατρευτὸν ἡ εἰκὼν Χριστοῦ· καὶ οὕτω δύο λατρεῖαι εὑρισκόμεναι εἰς κτισματολατρίαν ἡμᾶς ἀγάγοιεν, ἐπίσης τῆς τῶν Ἀρειανῶν αἰρέσεως. Ἀλλ᾽ ἄπαγε τοῦ ἀσεβοῦς φρονήματος. Σὲ δὲ ὁ ἀγαθὸς Θεὸς ἡμῶν περιφυλάξειεν ἀσινῆ καὶ ἀπρόσκοπον τῇ τε ὀρθοδόξῳ πίστει, καὶ τῇ σεμνοπρεπεῖ πολιτείᾳ, ἣν διὰ παρθενίας προείλου, πρὸς εὐαρέστησιν Κυρίου.