Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 218: To Demetrius the Consul

ΣΙΗ΄. — Δημητρίῳ ὑπάτῳ.

Μικροῦ καὶ πρότερον διὰ τοῦ γράμματος ἀπελογησάμεθα, ὡς πολλὴ καὶ ὑπὲρ τὴν ἀξίαν ἡμῶν ἡ πίστις σου, Δέσποτα, ἤ τε τιμὴ καὶ ἡ ἀγάπησις. Ἡμεῖς δὲ οὐχ οὕτως ἐσμὲν καθὰ ὑπολαμβάνετε· ἀλλ᾽ ἁμαρτωλοὶ εἰς οὐδὲν ἔφελος, οὔτε ὑμῖν, οὔτε μὴν ἄλλοις ὑπάρχοντες. Εἴη δὲ ὑμῖν κατὰ τὴν πεποίθησιν ὁ μισθὸς καὶ ὁ ἔλεος παρὰ Κυρίου, σὺν τῇ κυρίᾳ ὑπατίσσῃ, καὶ τοῖς εὐγενέσιν ὑμῶν κλάδοις· ὧν καὶ τὰς προσφορὰς δεξάμενοι προσηνέγκαμεν Κυρίῳ τὰ χαριστήρια. Ἀλλ᾽ ἐπὶ τὸ κατεπεῖγον ὁ λόγος. Ἐλυπήθησαν, φησὶ, τινὲς διὰ τὸν δεύτερον Ἡρώδην, ὅτι ὀρθόδοξος ἦν καὶ ἡ Ἐκκλησία μνημονεύει αὐτοῦ. Πρῶτον μὲν Ἡρώδην σύνηθες λέγειν τοὺς κρατοῦντας· καθά φησιν ὁ Θεολόγος· « Ἐὰν Ἡρώδῃ παραστῆς, σιώπησον. » Ἔπειτα σκοπείτωσαν οἱ ἐπισκήπτοντες, εἰ μὴ εἰκότως ἡ ἀφομοίωσις. Ὁ πρῶτος Ἡρώδης γυναῖκα ἔχων τὴν θυγατέρα Ἀρέτα τοῦ βασιλέως, καὶ ταύτην ἐκβαλὼν, εἴληφε τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ εἰς δεύτερον συνοικέσιον· καὶ ἐπειδὴ παρὰ τὸν νόμον τοῦτο, ἐλέγχεται ὑπὸ τοῦ Προδρόμου· καὶ μὴ φέρων τὸν ἔλεγχον, κτείνει τὸν προφήτην. Εἶτα μετὰ μικρὸν ὑπὸ τοῦ ἰδίου λαοῦ ἀνασοβευθεὶς φονεύεται· τοῦ δικαιοκρίτου Θεοῦ ἀξίαν ἐπαγαγόντος δίκην τῷ φονευτῇ, ἀντὶ θανάτου ὁσίου θάνατον οἴκτιστον. Ἔλθωμεν ἐπὶ τὸν περὶ οὗ ὁ λόγος.

Γυναῖκα καὐτὸς ἔχων Μαρίαν τὴν νομίμως συναφθεῖσαν αὐτῷ ἐκ νεότητος, ἐκβαλὼν ταύτην, μοιχικῶς, κατὰ τὸν λόγον τοῦ Κυρίου, εἴληφε γυναῖκα Θεοδότην κουβικουλαρίαν εἰς δεύτερον συνοικέσιον· καὶ ἐπειδὴ παρὰ τὰ Εὐαγγέλια τοῦτο, ἐλέγχεται ὑπὸ Πλάτωνος κατὰ πρόσωπον· καὶ μὴ φέρων τὸν ἔλεγχον, κλείει τὸν ὅσιον ὡς τεθαμμένον· εἶτα μετὰ μικρὸν ὑπὸ τοῦ ὑπηκόου ἀνασοβευθεὶς τυφλοῦται, τοῦ δικαιοδότου Θεοῦ προσήκουσαν ἐπαγαγόντος δίκην τῷ φρουριστῇ, ἀντὶ φυλακῆς ὁσίας πήρωσιν ὀφθαλμῶν. Ἐνωτισάσθω οὖν πᾶς ἔχων νοῦν, ὡς ἄρα δικαίως δεύτερος Ἡρώδης Κωνσταντῖνος, ἐπ᾽ ἂν οὐκ ἄλλο ἕκτοτε μέχρι τοῦ δεῦρο πέπραχε τοιοῦτον, ὀνομάζοιτο· αὐτὸς ἑαυτῷ προξενήσας πρακτικῶς τὸ ὄνομα. Καὶ περὶ τούτου πράγματα μὴ παρεχέτωσαν ἡμῖν. Οὐ δύναται Χριστὸς ἡ ἀλήθεια ψεύσασθαι· ὅτι μοιχός ἐστιν, οὐδὲ ὁ ἀντιπίπτων, ὅτι μὴ οὐχὶ θεομαχεῖ. Καὶ οὐ λήξοι λαλούμενον ὃ ἐποίησεν ὁ μοιχεύσας, ἕως συντελείας τοῦ αἰῶνος. Ἀλλ᾽ ἐπειδὴ οἱ λυπούμενοι συναπήχθησαν τῇ μοιχείᾳ, ἀνιῶνται κακῶς τῇ ὑπομνήσει· δέον αὐτοὺς ὁμολογεῖν τὸ ἀληθὲς, καὶ προσπίπτειν καὶ προσκλαίειν τῷ Θεῷ ὑπὲρ τῆς ἀπαγωγῆς ἐφ᾽ ᾗ καὶ δώσουσι λόγον ἐν ἡμέρᾳ κρίσεως μὴ μετανοοῦντες. Οἱ δὲ πρὸς τὸ παροξύνειν τὸν Θεὸν, ἔτι ἁμαρτίας ἐφ᾽ ἁμαρτίᾳ ἐπισπῶνται· ἢ λέληθεν αὐτοὺς οἷος διωγμὸς ἐντεῦθεν ἀνήφθη πανταχοῦ· καὶ ὅσοι ἐμοίχευσαν ἐκ τοῦ προύχοντος παραδείγματος; καὶ τἄλλα σιωπῶ λέγειν, αἰδοῖ τινων προσώπων. Παυσάσθωσαν λυπεῖσθαι λύπην θεοστυγῆ, οἴτινες ἂν εἶεν. Πρόσωπον γὰρ Θεὸς ἀνθρώπου οὐ λαμβάνει. Καὶ, παρ᾽ ὃ ἐκ τοῦ Εὐαγγελίου παρελάβομεν, ἐάν τις εὐαγγελίζηται ἕτερον, μέχρι καὶ ἀγγέλου, ἀναθέματι ὑποβάλλεται, καθὰ βοᾷ ὁ μακάριος Ἀπόστολος. Ταῦτα εἰδὼς καὶ ὁ εὐλαβέστατος ἡγούμενος, μὴ ἐγκαλείτω περὶ τοῦ ἁγίου Θεοφάνους, ὅτι ᾐτιάθη ἐν τῷ πράγματι. Ἀληθείας γὰρ οὐδὲν προτιμότερον. Καὶ οὐκ ἀπαναίνεται ἀκούων, ὡς οὐδὲ Πέτρος ὁ μέγας ἀπόστολος τὴν ἄρνησιν, οὐδὲ Δαβὶδ ὁ ἅγιος τὴν μοιχείαν, οὐδὲ Κυπριανὸς ὁ ἱερόμαρτυς τὴν γοητείαν. Περὶ δὲ τοῦ ὅτι ὡς ὀρθόδοξος μνημονεύεται ἐν τῇ Ἐκκλησίᾳ, οὐδὲν προίσταται τῷ Εὐαγγελίῳ· ἐπεὶ μνημονεύεται καὶ Οὐαλεντινιανός· ἀλλ᾽ οὐ κατὰ τὸ δύο ὁμοῦ γυναῖκας ἔχειν παρανόμως, ἀλλὰ κατὰ τὴν ὀρθὴν πίστιν· καὶ Ἰοβιανὸς, ἀλλ᾽ οὐ καθὼς ἱστορεῖται ὅτι ἀῤῥενοφθόρος ἦν· καὶ Νικηφόρος, ἀλλ᾽ οὐ καθὸ πλεονέκτης. Καὶ πολλοῦ ἐστι λέγειν περὶ τῶν ἄλλων, οἳ, κἂν τὰ ἄλλα διαβεβλημένοι, διὰ δὲ τὴν ὀρθοδοξίαν μόνον μνήμης ἔτυχον ἐκκλησιαστικῆς. Ταῦτα ἐχέτω ὧδε. Αὐτὸς δὲ, Δέσποτα, κάτεχε ἀσφαλῶς τὸ σύγγραμμα· μὴ ἔκφορον αὐτὸ ποιῶν, ἐπειδὴ κίνδυνος, καθὰ ἀναγγελεῖ ὁ γραμματηφόρος. Ὁ Κύριος μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν.

· Contents ·