Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 219: Answers on Various Questions

ΣΙΘ΄. — Λύσεις διαφόρων κεφαλαίων.
Ἐρώτησις Α΄. — Περὶ πρεσβυτέρου, διακόνου τε καὶ ἀναγνώστου ἐσχηκότων φρόνημα ὀρθὸν, τοῖς αἰρετικοῖς δὲ κοινωνησάντων ἐξ ἀνθρωπίνου φόβου· εἰ χρὴ προσφορὰν ὑπὲρ αὐτῶν ποιεῖν, ἢ παννυχίδα, ἢ εὐχήν.

Ἀπόκρισις. — Εἰ μέχρις ἀποβιώσεως κοινωνοῦντες τοῖς αἱρετικοῖς διέμειναν, οὐδαμῶς. Εἰ δὲ ἐν τῇ ἐξόδῳ καὶ μετεμελήθησαν, καὶ ὡμολόγησαν φόβῳ κεκρατῆσθαι, καὶ τρίτον εἰ ἐκοινώνησαν τῶν ὀρθοδόξων ἁγιασμάτων· συγχωρητέον γίνεσθαι ἐπ᾽ αὐτοῖς τὰ προειρημένα.

Ἐρώτησις Β΄. — Περὶ μοναχῶν καὶ μοναζουσῶν ὁμοίως τῇ κοινωνίᾳ τῶν αἱρετικῶν ἀποβιωσάντων.

Ἀπόκρισις. — Ἡ προειρημένη ἀπόκρισις φυλαττέσθω καὶ ἐπὶ τοῖσδε. Ὁμοίως καὶ ἐπὶ λαϊκῶν, ἀνδρῶν τε, καὶ γυναικῶν, καὶ παίδων. Εἴρηται δὲ ταῦτα περὶ τῶν τεθνεώτων. Εἰ γὰρ ἔτι ζῶν ἐστιν ἐκ πάντων τῶν προειρημένων, καὶ μεταμέλοιτο, ἔξω ῥίπτων τὸν φόβον ἀπὸ τοῦ δεῦρο, καὶ αἱρούμενος ὑπὲρ τοῦ ἀγαθοῦ κακοπαθεῖν· εἰ μὲν πρεσβύτερος ἢ διάκονος, εἰργέσθω τῆς ἱερουργίας ἕως καιροῦ συνόδου ὀρθοδοξίας· μετὰ δὲ ἐπιτιμίαν τὴν προσήκουσαν, μετεχέτω τῶν ὀρθοδόξων ἁγιασμάτων. Ἡ δὲ δύναμις τῆς ἐπιτιμίας, ἀμεθεξία ἐστὶ τῶν ἁγιασμάτων, καθ᾽ ὃν καιρὸν ἢ καιροὺς ὁ ἐπιτιμῶν οἰκονομοίη. Οὐ γὰρ ὁριστικῶς ἔστιν ἀποφήνασθαι· διὰ τὸ ἄλλον ἄλλου διαφέρειν καὶ προσώπῳ, καὶ γνώσει, καὶ σπουδῇ, καὶ ἡλικίᾳ. Εἰ δὲ μονάζων εἴη, ἢ ἀναγνώστης, ἢ μονάζουσα· τοῦ ἐπιτιμίου πληρουμένου εὐθὺς διδόσθω ἡ θεία μέθεξις· ὡσαύτως καὶ ἐπὶ λαϊκῶν, ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων. Δῆλον δὲ κἀν τούτοις διαφορότης, κατά τε πρόσωπον καὶ τὸ ἀξίωμα καὶ ἡλικίαν· ὡς καὶ μιᾷ τεσσαρακοστῇ ἱκανοῦσθαι τὴν ἐπιτιμίαν τῷ λαμβάνοντι. Φανερὸν δὲ ὅτι τὸ ἐπιτίμιον τῆς ἀμεθεξίας τῶν ἁγιασμάτων συνεπιλαμβάνεται καὶ προσευχῶν, καὶ γονυκλισιῶν, καὶ ἐγκρατείας βρωμάτων, κατὰ τὴν ὑποκειμένην φύσιν τοῦ ἐπιτιμωμένου.

Ἐρώτησις Γ΄. — Περὶ τοῦ διδόναι δῶρα ἐν μοναστηρίοις ἀνδρείοις τε καὶ γυναικείοις.

Ἀπόκρισις. — Δοτέον, εἰ εἰσὶ πεφυλαγμένοι τῆς αἱρετικῆς κοινωνίας.

Ἐρώτησις Δ΄. — Περὶ τοῦ ἀφ᾽ ἑαυτῶν κοινωνεῖν ἢ μονάζοντας ἢ μοναζούσας τῶν ἁγιασμάτων.

Ἀπόκρισις. — Οὐκ ἐξὸν ἅπτεσθαι οὐδὲ τῶν θείων ἀναθημάτων τοὺς ἔξω ἱερωσύνης· πλὴν εἰ μή τι κατὰ πᾶσαν ἀνάγκην, μὴ εὑρισκομένου πρεσβυτέρου ἢ διακόνου, ἀφ᾽ ἑαυτῶν μετέχειν τοῦ δώρου. Τοῦτο δὲ πῶς; τιθεμένης βίβλου ἱερᾶς, καὶ ἐφαπλουμένης ὀθόνης καθαρᾶς, ἢ ἱερᾶς ἐπικαλυμματίδος, ἐκεῖσε τοῦ δώρου ἀπὸ χειρὸς σὺν φόβῳ προτεθέντος μετὰ τὴν ὑμνῳδίαν, ἀπὸ στόματος ληπτέον· εἶθ᾽ οὕτως διακλύσεως οἴνου γινομένης τῷ λαμβάνοντι.

Ἐρώτησις Ε΄. — Περὶ λαϊκῶν, ἀνδρῶν τε καὶ γυναικῶν ὀρθοδόξων ἐξ ὀρθοδόξου κοινωνούντων, φόβῳ δὲ ἀνθρωπίνῳ τἄλλα πάντα τοῖς αἱρετικοῖς συναναμιγνυμένων· πῶς χρὴ τοὺς ἀκριβευομένους περὶ αὐτῶν ἔχειν.

Ἀπόκρισις. — Ἀπὸ μὲν ἱερατικοῦ ἤγουν πρεσβυτέρου καὶ διακόνου, μονάζοντός τε καὶ μοναζούσης, ἀφεκτέον συνεσθίειν τὸν ἠκριβωμένον· οὐκ οἶδα εἰ μή τι οἰκονομίας τρόπῳ, καὶ τοῦτο σπανιώτερον. Ἀπὸ δὲ τῶν λαϊκῶν, ἀδιάφορον τὸ συνεσθίειν· κἂν τύχῃ πολλάκις καὶ κοινωνεῖν αὐτὸν φόβῳ τῇ αἱρέσει, ἔχοντα δὲ ὅμως ὀρθόδοξον τὸ φρόνημα. Πλὴν ἵνα μὴ ἀκόλαστον εἴη τὸ ἁμάρτημα, μικρὸν ἐπιτίμιον ἐπιδιδόσθω τοῖς ἀδιαφοροῦσιν ἐκ φόβου τοῖς αἰρετικοῖς. Τὸ δὲ ἐπιτίμιον, γονυκλισίαι πεντεκαίδεκα, εὐχαὶ ὡσαύτως· Κύριε, συγχώρησόν μοι τὴν ἁμαρτίαν· Κύριε, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· Κύριε, ἐλέησόν με· ἀπὸ πεντήκοντα, ἤτοι ἑκατόν.

Ἐρώτησις Ϛ΄. — Εἰ χρὴ τοῖς συμψάλλουσι τοῖς αἱρετικοῖς, ἀπεχομένοις δὲ τῆς κοινωνίας αὐτῶν, ἂν τε πρεσβυτέρῳ, ἄν τε διακόνῳ, ἄν τε λαϊκῷ, ἄν τε γυναικὶ, μεταδιδόναι τῶν ἁγιασμάτων τὸν ὀρθόδοξον ἱερέα.

Ἀπόκρισις. — Τὸ μὲν οὖν μεταδιδόναι, μεταδιδότω· τοῖς μὲν ἱερωμένοις, οἰκονομικῶς μετὰ ἐπιτιμίου, διὰ τὴν πρὸς τοὺς αἱρετικοὺς ἀπαγωγὴν ἐν τοῖς ἄλλοις· τοῖς δὲ λαϊκοῖς ἄνευ ἐπιτιμίου. Περὶ δὲ τοῦ διετίαν ἔχοντος ἀναγνώστου ἐν τῇ ἀποχῇ τῆς αἱρετικῆς κοινωνίας, δίκαιον μετέχειν αὐτὸν τῶν ἁγιασμάτων, κἂν ἐν τοῖς ἄλλοις συναπάγηται. Οἰκονομικῶς δὲ ταῦτα εἴρηται διὰ τὴν ἀσθένειαν τῶν ἀνθρώπων· ὡς ἂν μὴ πάντη ζητοῦντες αὐτοὺς καθαροὺς ποιεῖν τῆς αἱρετικῆς συμφύρσεως, λάθωμεν εἰς αὐτὰ τὰ καίρια παραλύοντες αὐτούς.

Ἐρώτησις Ζ΄. — Εἰ δεῖ συμψάλλειν τοῖς μὴ κοινωνοῦσι τοῖς αἱρετικοῖς, ἀδιαφοροῦσι δὲ ἐν τοῖς ἄλλοις· ἢ δέχεσθαι προσφορὰς παρ᾽ αὐτῶν, ἢ κηροὺς, ἢ ἔλαιον.

Ἀπόκρισις. — Εἰ μὲν ἱερωμένοι εἶεν, καὶ οὐ τοῖς ἑτεροδόξοις προσφέρουσι, προσδεκτέον τὰ παρ᾽ αὐτῶν προσενηνεγμένα μετ᾽ ἐπιτιμίου τινός. Εἰ δὲ λαϊκοὶ, ἄνευ ἐπιτιμίου προσιτέον. Δεῖ γὰρ διαφορότητα εἶναι διὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα.

Ἐρώτησις Η΄. — Εἰ ἔξεστι ποιεῖν τοῖς αἰτοῦσιν ἡμῖν εὐχὴν, ἢ εὐλογεῖν ἔλαιον, ἢ κηροὺς ἀνάπτειν, ἢ ἀπομυρίζειν ἅγια;

Ἀπόκρισις. — Ἐὰν ἑτερόδοξοί εἰσιν, οὐδαμῶς· κἂν πίστει προσέρχωνται. Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος.

Ἐρώτησις Θ΄. — Ἐὰν μονάζων ἢ μονάζουσα ἤκοι πρὸς ἡμᾶς ἐπὶ τῇ θείᾳ κοινωνίᾳ· ποταπὴν ὁμολογίαν ἀπαιτητέον διὰ τὸ ἀδιάγνωστα εἶναι τὰ κατ᾽ αὐτούς;

Ἀπόκρισις. — Πάντα τὸν ἐρχόμενον κοινωνῆσαι. Εἰ ἀγνοεῖται τὰ κατ᾽ αὐτὸν, ἐρωτητέον εἰ προσκυνεῖ τὴν σεπτὴν εἰκόνα Χριστοῦ καὶ τῶν ἁγίων· εἰ μὴ κοινωνεῖ τοῖς αἱρετικοῖς, καὶ εἰς ὅ τι ἂν ἄλλο ὑποπτεύηται φρόνημα ἑτερόδοξον. Καὶ ὅταν κατὰ πάντα ὁμολογήσῃ, καὶ ἡ ὁμολογία σώζοιτο ἐπὶ πάσης αἱρέσεως ἀπαγορευτική· τότε μεταδοτέον καὶ συγκοινωνητέον αὐτῷ τῶν ἁγιασμάτων.

Ἐρώτησις Ι΄. — Εἰ ἔξεστι μοναστρίᾳ ἀπομυρίζειν.

Ἀπόκρισις. — Ἐξ ἀπορίας πάσης ἱερωμένου ἢ μονάζοντος, ἀπομυριζέτω, διὰ τὴν κατεπείγουσαν ἀνάγκην.

Ἐρώτησις ΙΑ΄. — Εἰς ἐκκλησίαν κατὰ πάροδον ὑπὸ αἱρετικοῦ κρατουμένην εἰ δεῖ εἰσιέναι;

Ἀπόκρισις. — Ἅπαξ, εἰ ὑπὸ αἱρετικοῦ κρατουμένη ἐκκλησία ἐστὶν, οὐ δεῖ εἰσιέναι προσευχῆς χάριν· εἰ μή τι κατὰ ἄλλην περιστατικὴν πρόφασιν.

Ἐρώτησις ΙΒ΄. — Ἀββᾶν ἐρχόμενον πρὸς ἡμᾶς ἀγνώριστον, εἰ χρὴ πρὸ ἀνακρίσεως ἁγιολεκτεῖν αὐτὸν, καὶ αἰτεῖσθαι πρὸς αὐτοῦ εὐχήν.

Ἀπόκρισις. — Ἐπὰν ὁ καιρὸς αἱρέσεώς ἐστι, πρὸ ἀνακρίσεως οὐ δεῖ· οὔτε, Εὐλογεῖτε, ἅγιοι, λέγειν· οὔτε εὐχὴν αἰτεῖν παρ᾽ αὐτοῦ. Τὸν δὲ κοινὸν ἀσπασμὸν οὐκ ἀπαγορευτέον, κατὰ τὴν νομοθεσίαν τοῦ ἁγίου Βασιλείου.

Ἐρώτησις ΙΓ΄. — Περὶ φρέατος, ἐὰν μιανθῇ, εἰ δεῖ ποιῆσαι εὐχὴν τὸν ὀρθόδοξον ἱερέα.

Ἀπόκρισις. — Ἐκεῖ δεῖ ποιεῖν τὴν εὐχὴν, οὗ ἐστιν ἡ ὀρθόδοξος κοινωνία. Πρὸς δὲ τοὺς κοινωνοῦντας τοῖς αἱρετικοῖς οὐκ ἰτέον. Ἐν οἷς γὰρ μιαίνονται κατὰ ψυχὴν διὰ τοῦ ἄρτου αὐτῶν, μιανθήσονται καὶ κατὰ σῶμα.

Ἐρώτησις ΙΔ΄. — Περὶ βαπτίσματος, ὡς οὐκ ἔστιν ἐκκλησία κρατουμένη ὑπὸ ὀρθοδόξου, ἐὰν αἰτήσηται ἡμᾶς τις ποῦ χρὴ σφραγίζειν, κατηχεῖν, καὶ βαπτίζειν· ποταποὶ δὲ οἱ γονεῖς καὶ οἱ ἀνάδοχοι.

Ἀπόκρισις. — Οὐκ εἰσιέναι, καθὰ προείρηται, εἰς ἐκκλησίαν κρατουμένην ὑπὸ αἱρετικοῦ δεῖ· πόσῳ γε μᾶλλον τὰ λελεγμένα πρᾶξαι; ἀλλὰ διὰ τὴν ἀπορίαν ἀναγκαῖον εἰς τόπον καθαρώτατον οἰκίας· ἐφ᾽ ᾗ διὰ θυσιαστηρίου καθηγιασμένου, ἤτοι τραπέζης, τὴν ἱερουργίαν ὁ μέλλων ἐπιτελεῖν τὸ φώτισμα βαπτιζέτω. Ἀναδόχους δὲ ἐκείνους προσιτέον, τοὺς οὐ τοῖς αἱρετικοῖς κοινωνοῦντας, καὶ γονέας τοὺς ὡσαύτως πεφυλαγμένους.

Ἐρώτησις ΙΕ΄. — Εἰσὶν ἐκκλησίαι ἔχουσαι δύο κόγχας ἢ καὶ τρεῖς· ἔστι δὲ ἐξ αὐτῶν μία ἀνενθρονίαστος· χρὴ ἐκεῖσε λειτουργῆσαι, ἢ οὖ;

Ἀπόκρισις. — Ἐὰν ὑπὸ τὸν ἀναφερόμενον αἰρετικόν ἐστιν ἡ τοιαύτη ἐκκλησία, κἂν μία κόγχη οὐ καθιέρωται, οὐ χρὴ λειτουργεῖν ἐκεῖ· εἰ δὲ κρατεῖται ὑπὸ ὀρθοδόξου, ποιείτω λειτουργίαν εἰς τὴν κόγχην ἥτις οὐ καθιέρωται.

Ἐρώτησις ΙϚ΄. — Εἰ δύναταί τις κρατῆσαι τὴν ἐκκλησίαν αὐτοῦ, ἵνα μὴ λειτουργῆται ὑπὸ αἱρετικοῦ· πόσον χρόνον ἔξεστι σφαλισθῆναι· καὶ τί ὀφείλει περὶ αὐτῆς;

Ἀπόκρισις. — Τοῦτο ὑφ᾽ ἡμῶν οὐ λέλυται τὸ κεφάλαιον· ἐπισκόπου γάρ ἐστι τοῦ λύοντος τὰς ἐκκλησίας.

Ἐρώτησις ΙΖ΄. — Ἐὰν δέ εἰσιν ἄνδρες τε καὶ γυναῖκες, λαϊκοὶ αἱρετικοὶ εἴτε ἀπὸ χωρικίας, εἴτε ἔμφυτον ἔχοντες τὴν αἵρεσιν· εἰ ἔξεστιν ἐσθίειν μετ᾽ αὐτῶν, ἢ λαμβάνειν ἐξ αὐτῶν τί ποτε.

Ἀπόκρισις. — Οὔτε εἰ ἐκ κακονοίας εἰσὶν αἱρετικοὶ, οὔτε εἰ ἐξ ἀμαθίας, ἔξεστιν ἢ ἐσθίειν ἢ λαμβάνειν τὰ παρ᾽ αὐτῶν προσενηνεγμένα· οὐκ οἶδα εἰ μή τι οἱ ἀμαθεῖς βελτιωθέντες ὀρθοδοξεῖν ἐπαγγέλλονται.

Ἐρώτησις ΙΗ΄. — Περὶ τοῦ πατρός μου, εἰ ἔστιν ἄξιος εἰς λειτουργίαν μνημονεύεσθαι;

Ἀπόκρισις. — Εἴτε πατὴρ, εἴτε μήτηρ, εἴτε ἀδελφὸς, ἢ ὁστισοῦν ἄλλος κατελείφθη μέχρι θανάτου κοινωνῶν τῇ αἱρέσει, προείρηται ἐν τῷ ἀνωτέρω κεφαλαίῳ, μὴ μνημονεύεσθαι ἐν τῇ λειτουργίᾳ· εἰ μή τι ἕκαστος κατὰ διάνοιαν ἔλοιτο εὔχεσθαι περὶ τῶν τοιούτων, καὶ ὑπὲρ αὐτῶν ποιεῖν ἐλεημοσύνας. Πῶς γὰρ ἂν ὁ ἔτι ζῶν, μετέχων τε τῆς αἱρετικῆς κοινωνίας, καὶ οὕτως ἐκκομισθεὶς, ληφθήσεται ἐν μνημοσύνοις κατὰ τὴν μυσταγωγίαν τῶν ὀρθοδόξων; οὐδαμῶς.

Ταῦτα οὐ κανονικῶς ἐφθεγξάμην· ἐπισκόπων γὰρ τοῦτο· ἀλλὰ συμβουλευτικῶς ἐξ ἀγάπης· οὐδὲν γὰρ ἀγάπης ἀναγκαιότερον, φθεγξάμενος. Εἰ δέ τι τῇ εὐλαβείᾳ σου ἄλλως δοκιμάζεται οἰκονομεῖσθαι· ἡμεῖς περὶ τούτου λόγον οὐκ ἔχομεν, ἢ τὸ ἐξαιτεῖσθαι ὑμῶν τὰς ἁγίας προσευχὰς, ὅτι ἁμαρτωλοὶ ἄνθρωποι τυγχάνομεν.

· Contents ·