Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 220: To the Spatharia Machara

ΣΚ΄. — Τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου ἡγουμένου τῶν Στουδίου ἐπιστολὴ πρὸς τὴν σπαθαρίαν, ἧς τὸ ὄνομα Μαχαρα.

Τί καλὴ ἐπιστολὴ τῆς εὐγενείας σου, τῇ ἐγχωρίῳ μὲν φωνῇ ὑπηγορευμένη, καὶ τὸ παράδοξον ἐξάπινα τὴν ἐξαγόρευσιν φέρουσα, ὥσπερ τι ἔδνον θεοχάριστον! Ἀλλὰ πόθεν ἡμῶν ὄντων ἁμαρτωλῶν, ἡ τοσαύτη σου πίστις καὶ εὐσεβὴς ἐπίχυσις; Ἢ ἵνα καὶ ἡμῖν γνωσθείη, τίς καὶ ποταπὴ ὑπάρχεις τὴν εὐσέβειαν, συλλαμβάνουσα μεθ᾽ ἑαυτῆς τὸν Κύριον καὶ κεφαλὴν, ἀλλὰ μὴν καὶ συνεφελκομένη, καθάπερ τι ὀψώνιον θεοτράπεζον, καὶ τὰς κυρίας σὰς ἀδελφάς. Οὕτω μὲν οὖν θεοπρεπὴς ἡ ἐπιστολὴ, καὶ τὸν τῆς εὐσεβείας ὑμῶν χαρακτῆρα ὑποδεικνύουσα ὡραιότατον! Ἐγὼ δὲ πρὸς τὸ λέγειν ἐπιδεδωκέναι ὑμᾶς καὶ αὐτοὺς τῇ ἐμῇ ταπεινώσει, οὐχ ἱκανός εἶμι· πλὴν οὐχ ἡμῖν, ἀλλὰ Θεῷ ἑαυτοὺς ἐπιδίδοιτε. Διὰ τοῦτο ὀφειλέται ἐσμὲν, καὶ χαίρειν ἐπὶ τῇ ἀγαθῇ ζωῇ ὑμῶν, καὶ εὔχεσθαι ὑμῖν τὰ ὅσια, καὶ νέμειν μόνον ὃ ἔχομεν, παρέχειν τὸν λεπτὸν ἡμῶν λόγον, ὃ καὶ νῦν ἐπιδιδόντες, ἐρωτῶμεν.

Τίνι λόγῳ ἐπιζητείη σου ἡ τιμιότης φάναι με περὶ τῆς θείας κοινωνίας, καὶ τίνος χάριν τοσαῦτα ἔτη σπανίως μετέχεις· τοῦτο γὰρ λόγον ὀφείλει τινὰ ἔχειν. Οὐ γὰρ τὸ σπανίως, ἢ τὸ καθεκάστην ἁπλῶς, ἀλλὰ τὸ μετὰ καθαρᾶς συνειδήσεως μεταλαμβάνειν δέον· Ὁ γὰρ ἀναξίως, φησὶν, ἐσθίων καὶ πίνων, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Εἰ οὖν τοιούτῳ τρόπῳ σκοποῦσα τὰ ἑαυτῆς καὶ εὐλαβουμένη ἀναμένεις τὸν καιρὸν, εὖ ἂν ἔχοι, εἴτε συντομώτερον, εἴτε χρονικώτερον· καὶ ὅρος ἐν τούτῳ ἄλλος οὐκ ἔστιν, ἢ ἡ ἐν καθαρᾷ καρδίᾳ καθόσον δυνατὸν τῷ ἀνθρώπῳ προσέλευσις· ἂν δὲ διάπταισμά τις ἔχῃ τὸ ἀκοινώνητον, δηλονότι τότε ἐκεῖνος κοινωνήσῃ, ὁπότ᾽ ἂν πληρωθῇ αὐτῷ τὸ ἐπιτίμιον. Εἰ δὲ διακρίνηται αὖ πάλιν δι᾽ αἵρεσιν, τοῦτο ἀναγκαῖον. Τὸ γὰρ κοινωνεῖν παρὰ αἱρετικοῦ ἢ προφανοῦς διαβεβλημένου κατὰ τὸν βίον, ἀλλοτριοῖ Θεοῦ, καὶ προσοικειοῖ τῷ διαβόλῳ. Σκέψαι οὖν, ὦ μακαρία, ᾧτινι τρόπῳ τῶν εἰρημένων εἴη σου Ἀ σκοπὸς, καὶ κατ᾽ αὐτὸ πρόσιθι τοῖς μυστηρίοις. Γνωστὸν δὲ πᾶσιν ὅτι νῦν αἵρεσις ἐν τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ κατακρατοῦσα τῶν Μοιχιανῶν ἐστι. Φεῖσαι τοίνυν τῆς τιμίας σου ψυχῆς μετὰ τῶν ἀδελφῶν καὶ τῆς κεφαλῆς. Ἔφης δέ μοι, ὅτι δέδοικας εἰπεῖν τῷ πρεσβυτέρῳ σου, μὴ ἀναφέρειν τὸν αἱρεσιάρχην. Καὶ τί περὶ τούτου εἰπεῖν σοι τὸ παρὸν, οὐ καθορῶ. Πλὴν ὅτι μολυσμὸν ἔχει ἡ κοινωνία ἐκ μόνου τοῦ ἀναφέρειν, οὐκ ἂν ὀρθόδοξος εἴη ὁ ἀναφέρων. Ὁ δὲ Κύριος ὁ ἐν τοσούτῳ μέτρῳ εὐσεβείας ὑμᾶς ἀγαγὼν, αὐτὸς ἐν πᾶσιν ἀπήμονας καὶ ὁλοτελεῖς σώματί τε καὶ ψυχῇ πρὸς πᾶν ἔργον ἀγαθὸν καὶ πρὸς πᾶσαν αὐτάρκειαν βίου συντηρῶν διαφυλάξειε, τήν τε ὑμῶν συζυγίαν φημὶ καὶ τὰς εὐλαβεστάτας ἀδελφὰς, ὑπερευχομένων πάντων τῆς ἡμετέρας ἀναξιότητος.

· Contents ·