Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 23: To an Abbot
ΚΓ΄. — Ἡγουμένῳ.
Ἐβράδυνα ἐπιστεῖλαι τῇ πατρικῇ σου ἁγιωσύνῃ· οὕτω πως ἐμποδισθεὶς ὑπὸ τῆς περιεχούσης με ἀσφαλείας. Ἐπεὶ πάλαι ἀκηκοώς εἰμι τῆς διὰ Κύριον φυλακῆς καὶ ἐναθλήσεώς σου τὸν ἀγῶνα. Ἀλλ᾽ εὐλογητὸς ὁ Θεὸς, ὁ καὶ τὴν σὴν ὁσιότητα, καλέσας εἰς τὴν ὁμολογίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν. Οὐ γάρ τι ἄλλο ἐστὶ τὸ ὑπὲρ τῆς εἰκόνος τοῦ σωματικοῦ αὐτοῦ χαρακτῆρος ἐναθλεῖν, ἢ τὸ περὶ αὐτοῦ μαρτυρεῖν. Ἐπειδὴ ἓν καὶ ταυτὸν τῇ ὁμοιωτικῇ ὑποστάσει, ἡ εἰκὼν πρὸς τὸν εἰκονιζόμενον. Ὅτι δὲ εἰκονίζεται Χριστὸς, καὶ οἱ λίθοι κεκράγασι. Διότι ὅμοιος ἡμῖν γέγονε κατὰ πάντα πλὴν ἁμαρτίας· καθὰ γέγραπται· ἁμαρτίας δὲ, ὅτι ἄνευ σπορᾶς εἴληφε τὴν σάρκα, καὶ ἐκυήθη παρθενικῶς ἐκ τῆς παναγίας αὐτοῦ μητρὸς καὶ Θεοτόκου.
Ἐπεὶ οὖν ἡμεῖς εἰκονιζόμεθα ἅπαντες· ὃς γὰρ οὐκ εἰκονίζεται, οὐκ ἄνθρωπος, ἀλλά τι ἔκτρωμα· ὅτι καὶ πᾶν ζῶον εἰς φῶς ἐλθὸν εἰκονίζεσθαι πέφυκεν· εἰκόνισται δηλονότι καὶ Χριστός· κἂν τοῖς ἀθέοις οὐ δοκῇ, ἀρνουμένοις ἐντεῦθεν τὸ τῆς σωτηρίου οἰκονομίας μυστήριον. Πῶς γὰρ ἂν ὁμολογηθείη ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος χρηματίσαι καθ᾽ ἡμᾶς, ὧν καὶ ἀδελφὸς ἠξίωσε κληθῆναι, μὴ ἐπίσης ἡμῖν περιγραφόμενος; Πῶς δὲ γεννηθῆναι νόμῳ φύσεως, μὴ ἐμφερὴς ὢν τῇ οἰκείᾳ μητρί; Εἰ οὖν οὐ περιγέγραπται, οὐκ ἐκ τῶν παρθενικῶν αὐτῆς αἱμάτων, ἐξ ὧν ἐπλαστούργησεν ἑαυτῷ ναὸν, ἀλλ᾽ οὐράνιον φέρων σῶμα· καθὼς Μαρκέλλῳ τῷ αἱρετικῷ δοκεῖ, καὶ τοῖς πρὸ αὐτοῦ πάλαι ἀσεβέσιν. Ἐντεῦθεν λοιπὸν οὐδὲ μήτηρ ἀληθῶς ἡ μήτηρ, ἀλλὰ ψευδώνυμος· οὐδ᾽ ἡμῖν ὅμοιος, ἀλλ᾽ ἑτεροούσιος. Οὐ μὴν οὔτε Ἀδὰμ ἀνακέκληται· πῶς γὰρ ἄν; ἑτερογενεῖ ἀναστήσεται σώματι τὸ χοϊκὸν; Διότι τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνασώζεσθαι δέδεικται. Οὔτε οὖν ὁ θάνατος κατεπόθη, κατὰ τὸ ἀκόλουθον· οὔτε ἡ νομικὴ λατρεία πέπαυται· χρεία περιτομῆς, καὶ τῶν λοιπῶν.
Ὁρᾷς, ὦ τοῦ Θεοῦ ἄνθρωπε, εἰς ὃ βάραθρον ἀσεβείας ἐληλακότες ἐνεπάρησαν, ἐκ τοῦ μὴ ἐγγράφεσθαι τὸν Χριστὸν ἐν πίνακι δοξάζειν οἱ Εἰκονομάχοι; Ἰουδαΐζουσιν ἄρα ἀσφαλῶς. Ἐντεῦθεν οὔτε τὴν Θεοτόκον, οὔτε τινὰ τῶν ἁγίων παραδέχονται, διὰ τῆς τῶν οἰκείων αὐτῶν χαρακτήρων ἀρνήσεως, τοὺς χαρακτηριζομένους βδελυττόμενοι. Ἡ γὰρ τῆς εἰκόνος τιμὴ καὶ ἀτιμία ἐπὶ τὸ πρωτότυπον διαβαίνει, ὥς φησιν ὁ μέγας Βασίλειος. Βδέλυξαι τὸν τύπον τοῦ σταυροῦ· καὶ τίνα βδελύσσῃ; οὐχὶ τὸν ζωοποιὸν σταυρόν; Οὕτως τοῦ βασιλέως, οὕτως οὐτινοσοῦν ἀνθρώπου· οὕτω καὶ τοῦ Χριστοῦ, τῆς τε Μητρὸς αὐτοῦ, καὶ παντὸς ἁγίου. Ἤρνηται νῦν ὁ Χριστὸς, καὶ δεδίωκται, καὶ ἐξουδένωται. Καὶ μακάριος εἶ, Πάτερ, ἐναθλῶν καὶ ἀντεχόμενος τῆς ὀρθοδοξίας. Ἀλλὰ προσεύχου καὶ ὑπὲρ ἐμοῦ τοῦ οἰκτροῦ, κατόπιν ἰέναι τῆς ἁγιωσύνης σου, καὶ μὴ ἀπωσθῆναι, διὰ τὰς ἁμαρτίας μου.