Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 221: To Basil, Abbot of St Sabas, with All His Monastery
ΣΚΑ΄. — Βασιλείῳ τῷ ἀοιδίμῳ ἡγουμένῳ σὺν πᾶσι τῆς σεβασμίας μονῆς τοῦ ἁγίου Σάβα.
Τῶν τῆς εὐσεβείας δογμάτων καθεστώτων, φιλοτάραχον τὸ κινεῖσθαι. Τούτων δὲ στασιαζόντων, ὡς νῦν ἐν τῇ καθ᾽ ἡμᾶς μάλιστα Ἐκκλησίᾳ, πῶς οὐκ ἀναγκαίως διεγερτέον, φειδομένους οὐδενὸς, μὴ ὅτι γε μακρᾶς ὁδοῦ, τῶν τε ἄλλων τληπαθημάτων, ἀλλὰ καὶ αὐτοῦ θανάτου καταφρονεῖν; Αὕτη ἡ αἰτία τῆς πρὸς ὑμᾶς τοὺς ὁσιωτάτους τῶν πνευματικῶν ἡμῶν τέκνων Λητοῖου καὶ Συμεῶνος ἀποστολῆς. Οὗτος ὁ τρόπος τῆς μετὰ Θεὸν πεποιθήσεως κινδυνώδους ἐν τοῖς αὐτόθι ἐκδημίας. Ἀλλ᾽ ὦ πατέρες ἅγιοι, πῶς ὑμῖν ἐναργῶς διηγήσαιμι τὰ κατὰ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ ὑπὸ τῶν ἐνταῦθα τολμηθέντα καὶ πραχθέντα; Ἱερεμίας ὁ πολυθρηνότατος ὧδε πού φησιν ἐν ταῖς ἑαυτοῦ προφητείαις· Ποιμένες ἠφρονήσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. Ἐνταῦθα δὲ χαλεπώτερόν τι καὶ λίαν ἔκτοπον· τοὺς γὰρ ἐκζητεῖν αὐτὸν προαιρουμένους καὶ ἀντεχομένους τοῦ νόμου αὐτοῦ, ἠλλοτριωμένους αὐτοῦ ἀναθέματι ἀνε...