Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 1: To Joseph, His Brother and Archbishop

α΄. Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ.

Ἐδεξάμην τὰ γράμματα τῆς σῆς ἁγιωσύνης· ἐν οἷς μαθὼν τὴν πρὸς τὸν κρατοῦντα διάλεξιν αὐτῆς, καὶ τέλος εἰπεῖν τὴν εὐλογημένην αὐτῆς ἐξορίαν, ἐστέναξα μὲν ὁ ταπεινὸς, πῶς γὰρ οὔ; ἐδόξασα δὲ τὸν θεὸν τὸν δοξάσαντα αὐτὴν ἐν τούτῳ· χαίρω οὖν καὶ συγχαίρω σου ἀδελφὲ ἠγαπημένε τῇ εὐδοκιμήσει, καὶ ἐγκαλλωπίζομαί σου ταῖς εὐπραγίαις, εἴτ᾽ οὖν ἐξορίαις, ὅσον οἱ βασιλεύοντες τοῖς διαδήμασι· καὶ τίς ἄν μοι ἔδωκεν ἰδεῖν σου τὸ ποθούμενον πρόσωπον; περιεπτυξάμην γὰρ ἂν ἀπλήστως, τρὶς ἄρτι ἐξοριζόμενον καὶ φυλακιζόμενον ὑπὲρ ἀληθείας θεοῦ· ἠδικεῖτο ὄντως ἡ ἀρετή σου, καὶ οἱονεὶ ὑπὸ μόδιον ἦν, ἐν τῷ μοναστηρίῳ καθημένου σου· νῦν ἄνεισιν ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πάσῃ τῇ ἐκκλησίᾳ· οὕτως οἱ δοκοῦντες κατακρύπτειν, ἐξέλαμψάν σου τὴν ἀρετήν· καλὴ μὲν καὶ ἡ τῶν ἄλλων ἁγιωτάτων ἐπισκόπων ἐξορία, καὶ οὐκ ἀποδέουσα ἐγκωμίων, οὔπω δὲ τῆς σῆς ἰσοστάσιος· διὰ τί· ὅτι μονοστέλεχός τις ἐστὶν, ἀλλ᾽ οὐχὶ ἐκ δυνάμεως εἰς δύναμιν προϊοῦσα κατὰ τὴν σὴν τριστέλεχόν τε καὶ τρικόρυφον· διὰ τοῦτο αἰνετὸν τὸ ὄνομά σου, περίβλεπτον τὸ κατόρθωμά σου, αἰώνιον τὸ ἀγαλλίαμά σου· ἐξενώθημεν ἀλλήλων καὶ ἀπῳκίσθημεν, ἀλλὰ ἀγαθὸς ὁ θεὸς ἑνῶσαι ἡμᾶς καὶ συνοικῆσαι ἀϊδίως· τάχα δὲ κἀνταῦθα οὐκ ἀδυνατήσει αὐτῷ πάλιν κατ᾽ ὀφθαλμοὺς ἰδεῖν ἀλλήλους.

Προεπέμψαμεν τοὺς ἁγίους πατέρας καὶ ἀδελφοὺς, καί γε τὸν καλὸν Καλόγηρον οὗ ἐν ταῖς χερσί σου ἡ ἐναποψύξις· ὥσπερ ἐκ προστάγματος θεοῦ καὶ οὐκ ἐκ βασιλέως φθαρτοῦ, μεταστάντος Θεσσαλονίκης καὶ ἐξελθόντος ἐν τῷ Σακκουδίωνι· ἐναπελείφθημεν δυεῖν λάλημα οὐκ οἶδ᾽ ὁποῖον τοῖς ἀνθρώποις, ἀλλ᾽ οὖν τοῖς εὐσεβέσιν ἀγαθὸν, κἂν ἀγέραστός εἰμι ταῖς ἁμαρτίαις ἐγώ· σὺ δὲ ὦ μακαριώτατε προβαίνοις ἀεὶ τῷ καλῷ, εὐχόμενός μοι ἀενάως τὴν σωτηρίαν, ὅτι δὲ κἀγὼ μνημονεύω σου· καὶ τί γὰρ ἂν ἄλλο μετὰ θεὸν, ἢ τὸ σὲ ἀναπνέειν; διέσπασαν ἀπὸ τῆς πλευρᾶς σου τὸν ἀδελφὸν Ἀθανάσιον· προσθήκη πόνου, ἀλλὰ καὶ στεφάνου· ὡς οὕτως καὶ τὸν Νεκτάριον· ἀλλ᾽ εἰ μὲν ἄκοντα, οὐ πολὺ τὸ λυπηρόν· εἰ δὲ ἐκ συνθήματος, φεῦ τῆς ἐμῆς ταλαιπωρίας· πλὴν ὁποτέρως ἤρθη, δείξειεν ὁ καιρός· ἐμονώθης σχεδὸν ἔχων τὸν καλόν μου Ἄνθον καὶ Ἐπιφάνιον· χαριτώσειεν αὐτοὺς ὁ κύριος ἐπὶ τῇ ὑπηρεσίᾳ τῆς ὁσιότητός σου, οὓς καὶ προσαγορεύω πλεῖστα καὶ εὔχομαι φανῆναι μέχρι θανάτου συνεπομένους σοι· τί τἄλλα· θεὸς ἐπίδοι τὴν ἑαυτοῦ κληρονομίαν, καὶ βραβεύσειεν εἰρήνην ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ· ἀσπάζονταί σε δουλοπρεπῶς οἱ σὺν ἐμοὶ ἀδελφοί.

· Contents ·