Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 24: To Ignatius, His Son

ΚΔ΄. — Ἰγνατίῳ τέκνῳ.

Ἃ γέγραφας, τέκνον ἠγαπημένον, ἔγνων· καὶ χαίρω ἀκούων σου τῆς φωνῆς· οὐ μὴν ὡς ὑπολαμβάνεις τὰ κατ᾽ ἐμέ· ἕωλα γὰρ καὶ οὐδαμινά· πλὴν εἰ λέγοις ὠφελεῖσθαι ἐν τοῖς λόγοις μου. Γράφε καὶ δέχου· καὶ φθόνος οὐδείς. Συνίημι βίον ἕλκειν σε στενοχωρητικὸν ἐν τῷ παρόντι διωγμῷ· ὥσπερ καὶ οἱ ὁμοτρόπως σοι κρυπτόμενοι. Ἀλλ᾽ ἡ ἐλπὶς κουφιζέτω. Ἔχε τὰ κατὰ σὲ ἀσφαλῶς, μετὰ τοῦ καλοῦ Εὐσεβίου, ὃν καὶ προσαγορεύω. Ἡ παρὰ τῶν αἱρετικῶν κοινωνία οὐ κοινὸς ἄρτος, ἀλλὰ φάρμακον, οὐ σῶμα βλάπτον, ἀλλὰ ψυχὴν μελαῖνον καὶ σκοτίζον· ῥίπτειν δὲ καὶ κρύβδην, οὐκ ἐμοὶ τὸ λέγειν. Ἀλλὰ τῶν ποιούντων φόβῳ· περὶ ὧν ἐκεῖνο λέγειν ἔστιν, ὅτι Πολλοὶ τῶν ἀρχόντων ἐπίστευον εἰς αὐτόν· ἀλλ᾽ οὐχ ὡμολόγουν διὰ τοὺς Φαρισαίους· ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Ἡγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἢ τὴν δόξαν τοῦ Θεοῦ. Εἰ δὲ ὀρθοδόξων αἱ εὐχαὶ τῆς ἱερουργίας· τί τοῦτο, εἰ παρὰ αἱρετικῶν γίνοιντο, συμβάλλεται; Οὐ γὰρ ὡς ὁ ποιήσας αὐτὰς φρονοῦσιν· οὐδὲ ὡς αὐταὶ αἱ φωναὶ σημαίνουσι, πιστεύουσιν· ἐπείπερ πᾶσα ἡ μυσταγωγία, Χριστὸν ἄνθρωπον ἀληθῶς γεγενῆσθαι δοξάζει· οἱ δὲ ἀρνοῦνται, κἂν λέγωσι, διὰ τὸ φρονεῖν μὴ ἐξεικονίζεσθαι αὐτόν.

Ὡς ἂν εἰ καὶ λέγων τις· Πιστεύω εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· φρονῶν δὲ ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα μία ὑπόστασίς ἐστι τριώνυμος· ὅπερ ὑπάρχει δόγμα Σαβελλίου τοῦ ματαιόφρονος· τί οὖν; εἴπωμεν τὸν τοιοῦτον πιστεύειν εἰς Τριάδα; οὐδαμῶς· κἂν λέγῃ. Οὕτως οὖν, οὐδὲ ἐνταῦθα πιστεύει ὡς λέγει· κἂν ὀρθόδοξος ἡ μυσταγωγία· ἀλλ᾽ εἰκαιολογεῖ ὁ τοιοῦτος· μᾶλλον δὲ ἐνυβρίζει παίζων τὴν λειτουργίαν· ἐπεὶ καὶ γόητες καὶ ἐπαοιδοὶ χρῶνται θείαις ᾠδαῖς ἐν τοῖς δαιμονιώδεσι. Συμφέρει τὸν ἀβάπτιστον, εἰ μὴ εὑρίσκοιτο ὀρθόδοξος ὁ βαπτίζων, ὑπὸ μοναχοῦ, ἢ, καὶ τούτου μὴ ὄντος, ὑπὸ λαϊκοῦ βαπτισθῆναι, λέγοντος· Βαπτίζεται ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ἢ ἀφώτιστον ἐκδημῆσαι· καὶ ἀληθῶς ἐβαπτίσθη. Ἐξ ἀνάγκης γὰρ καὶ νόμου μετάθεσις· ὡς γέγονε πάλαι καὶ ἀποδέδεικται.

· Contents ·