Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 25: To Peter of Nicaea

ΚΕ΄. — Πέτρῳ Νικαίας.

Εἰδὼς ὅτι φιλεῖς φθέγγεσθαί με τὸν οὐδενὸς ἄξιον πρὸς σὲ τὴν ἱεράν μου κεφαλήν· φιλίας χάριν, οὐ χρείας ἕνεκα ἤδη φθέγγομαι· φαίνομαι δὲ καὶ προφθεγξάμενος δι᾽ ἑτέρας ἐπιστολῆς· ἣν εἰ ἐδέξατο οὐκ ἐπίσταμαι. Ἐν οὖν ἀμφοτέραις εἶς μοι ὁ λόγος, ὑγιαίνειν σε τῷ σώματι τὸν ἐμὸν Πατέρα, τὸν στερεὸν θεμέλιον τῆς ἀληθείας, εἰς ἔδρασμα πολλῶν, εἰς σφραγῖδα πίστεως, εἰς ἔπαινον Χριστοῦ, εἰς κλέος τῆς ὅλης Ἐκκλησίας· ἐπειδὴ περιφανὴς σὺ ὀφθαλμὸς παρὰ τοὺς ἄλλους, Ἀνατολῇ καὶ Δύσει γνωριζόμενος· ἔχων μετὰ τοῦ ἱεροῦ βίου καὶ τὸν λόγον πολλοστόν. Ἐξ οὗ καὶ βασιλεῦσι γέγονας φιλητὸς, καὶ ἄρχουσιν ἐραστὸς, καὶ μονασταῖς ἐπαινετός· τῇ δὲ οἰκείᾳ Ἐκκλησίᾳ τί δεῖ καὶ λέγειν; μακαριζούσῃ σε καὶ ἐπιποθούσῃ, δι᾽ ἃ ἔδρασας πλεῖστα ὅτι μάλιστα κατορθώματα, ὡς νήπια τοὺς μητρικοὺς μαζοὺς, ὡς νεοττοὶ τὴν τροφὸν, ὡς ἄρνες τὸν ἀληθῶς ποιμένα. Καὶ πῶς γὰρ οὕ; ἕναυλα ἔχοντες τὰ ζωηρά σου ῥήματα, κατ᾽ ὀφθαλμοὺς βλέποντες τοὺς ὑπὸ σοῦ ἀνορθωθέντας ναοὺς Θεοῦ. Καὶ οὔπω λέγω τὸ δαψιλὲς τῆς ἐλεημοσύνης, καὶ τὰ λοιπὰ ὁσιώματα. Καὶ μὴ δόξειας φιλίᾳ με χαρίζεσθαι. Εἰ γὰρ καὶ μὴ ὄψει ὑπέλαβον, ἀλλ᾽ ὅμως κατήκοος ἐγενόμην παρὰ τῶν εἰδότων. Εἰ δὲ ὅτι νῦν κάθαρμα ὁ ὡς ἀληθῶς ἑτερόφθαλμος καὶ τοῖς ἔξω καὶ τοῖς ἔνδον ὅμμασι κατέχει ταῦτα, μὴ λυποῦ, ὦ μάκαρ· μήτε μὴν θαυμάσῃς. Οἱ ἀπόστολοι ἐν τῷ ὑπερῴῳ ἦσαν, καὶ τὸν περιβόητον ναὸν οἱ θεοκτόνοι περιελάμβανον. Τοιαῦτα καὶ τὰ τῶν Εἰκονομάχων καὶ Ἰουδαιοφρόνων νῦν. Οὓς ἐπιστρέψειεν ὁ Κύριος, καὶ σὲ περιφυλάξειε προσευχόμενον περὶ ἐμοῦ τοῦ σοῦ τέκνου.

· Contents ·