Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 26: To Theophylact of Nicomedia
ΚϚ΄. — Θεοφυλάκτῳ Νικομηδείας.
Πάλαι ἐπεθύμουν ἐπιστεῖλαι τῇ μακαριότητί σου καὶ οὐκ ἐξεγένετό μοι τῷ ταπεινῷ ἀπορίᾳ γραμματηφόρου· νῦν δὲ εὐδοκίᾳ Θεοῦ ἐπιτυχὼν, τὸν πόθον μου ἀποπληρῶ, ὃν εἰκότως ἐπ᾽ αὐτῇ κέκτημαι· οὐ μόνον διὰ τὴν ἐν Κυρίῳ ὁμολογίαν· ἀλλὰ γὰρ καὶ ἰδίως διὰ τὴν ἐξαίρετόν σου παρὰ τοὺς πολλοὺς ἰδιοτροπίαν, τὸ μειλίχιον, τὸ ἁπλοῦν, τὸ ἐπίχαρι, τὸ γλυκὺ ἐν ταῖς ὁμιλίαις, τὸ εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, τὸ περὶ πάντα ἀγαθοεργές· ἀφ᾽ ὧν ὁ τῆς ἱερᾶς σου ψυχῆς χαρακτὴρ, καὶ μὴ ὁρώμενος, τεθεώρηται ὡραϊσμένος τῇ ποικιλίᾳ τῶν ἀρετῶν. Ἀλλὰ περὶ τοῦδε μὲν ἱκανῶς, ὅτι μηδὲ καιρὸς ἐγκωμίων. Τί δέ σοι ὦπται, ὦ μάκαρ, τὰ παρόντα; ἀλλ᾽ οὐχὶ μικροῦ δεῖν Ἰουδαϊσμὸς, ἤτοι Ἐλληνισμός; Ἀφηρέθη ὁ κόσμος τῆς Ἐκκλησίας, ἡ ὄψις τῶν ἱερῶν ναῶν πυρὶ παρεδόθη τὰ ἅγια· ἄλλο τι σχῆμα γνωρίζεται ἐν τῷ Χριστιανισμῷ· εἴγε δεῖ Χριστιανισμὸν, ἀλλὰ μὴ Ἰουδαϊσμὸν καλεῖν. Εὔκαιρον καὶ νῦν λέγειν· Κύριε, τοὺς Προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. Καί γε ἔκτειναν καὶ γε κατέσκαψαν. Τὸ γὰρ ξέειν καὶ ἐξορύσσειν τὴν ὄψιν αὐτῶν, οὐχὶ κατασκάπτειν ἐστὶν ἐμφανῶς; Ἅφελε ὄψιν ἀνθρώπου· καὶ οὐκέτι ἄνθρωπος, ἀλλά τι ἔκτρωμα· εἴγε καὶ ἔστι ζῇν· Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου. Καὶ ταῦτα ἀληθῶς· πᾶσαν θείαν εἰκόνα ἐν πάσῃ ὕλῃ χαραχθεῖσαν ἐμπρήσαντες. Ἀνέῳκται γλῶσσα βλάσφημος, τὸν Χριστὸν εἴδωλον λέγουσα, τὴν Θεοτόκον, πάντα ἅγιον. Καὶ γὰρ τοῦ ἀρχετύπου τὴν κλῆσιν τὸ παράγωγον κέκτηται· ἐπειδὴ καὶ τὴν προσκύνησιν. Διὰ τοῦτο καὶ [πάντα σταυροῦ τύπον, σταυρὸν καλοῦμεν, καὶ] προσκυνοῦντες τὸν ζωοποιὸν σταυρὸν, προσπτυσσόμεθα. Ἀλλὰ ταῦτα ἐξετραγῴδησα ὁ ταπεινὸς, οὐχ ὡς ἀγνοούσης σου τῆς πανσόφου τελειότητος τῆς πλάνης τὸν ὄλεθρον, μή τι πάθοιμι μωρικόν· τὸ θλιπτικὸν δὲ πάθος παραμυθούμενος τῆς ἐμαυτοῦ καρδίας διὰ τῶν ἀναφορῶν· αἴ πως πεφύκασι λαλούμεναι, κουφίζειν τὰ ἐνκρυφῆ ἀλγεινά· καὶ ἅμα ὑποκινῶν αὐτὴν θερμότερον προσιέναι Θεῷ, ταχεῖαν ἐπιτίμησιν ποιῆσαι τῇ πονηρᾷ ταύτῃ αἱρέσει εἰς σωτηρίαν τοῦ λαοῦ αὐτοῦ. Προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἐλαχίστου σου τέκνου, ἁγιώτατέ μου Πάτερ.