Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 27: To Timothy, His Son

ΚΖ΄. — Τιμοθέῳ τέκνῳ.

Οἷα σου ἡ ψυχὴ, τέκνον μου ποθητὸν, τοιαῦτα καὶ τὰ γράμματα, θαρσαλέα, εὔθυμα, εὐπρόθυμα, φιλόθεα, φιλομάρτυρα· καί γε τῆς ψυχῆς εἰκόνες οἱ λόγοι· καὶ ἐκ τοῦ περισσεύματος τῆς καρδίας ἕκαστος φέρει τὰ λόγια· ὥστε καὶ ἡμᾶς ἀκούσαντάς σου τῶν ῥημάτων, ἐπιῤῥωσθῆναι, καὶ μᾶλλον ἀνδρειωθῆναι, καὶ πρὸς ἄθλησιν ἐπειχθῆναι. Ἐμὲ δὲ καὶ ὁ ἀδελφὸς Ἀδριανὸς ἐξηγησάμενος πλέον ἐξένισεν· ἀναγγείλας σου τὸ εὔθαρσον καὶ σταθηρὸν, καὶ εὐπαρρησίαστον· καὶ μέν τοι καὶ διαλεκτικὸν πρὸς τοὺς ἐρεθίζοντας. Πόθεν σοι ταῦτα; ἢ οὐχὶ ἐπὶ τῆς προαγούσης ἀγαθῆς προαιρέσεως καὶ θείας περιποιήσεως· δι᾽ ἧς ἤνεγκας τὰ προλαβόντα, καὶ ἔστηκας τῇ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ, μέχρι θανάτου εὐτρεπιζόμενος; Χαῖρε, εὐφραίνου· ἰσχύσεις σὺν Θεῷ πάντα ἐνεγκεῖν, ἀθλοφορικὸν στέφανον ἀναδησάμενος. Ἀλλ᾽ εὔχου κἀμοὶ, ἀδελφὲ, συνέπεσθαι σοί τε καὶ εἴ τινι ἄλλῳ παραπλησίῳ. Ἱκανοὶ δὲ χάριτι Χριστοῦ. Καὶ γὰρ ὡς τὸ στάδιον λαμπρὸν καὶ ἐμφανές· πλεῖστοι καὶ οἱ μάρτυρες. Μὴ γὰρ οἵου τι ἄλλο εἶναι τὰ παρόντα, ἢ Χριστοῦ ἄρνησιν ἐπὶ τοὺς διώκοντας· καὶ Χριστοῦ μαρτυρίαν εἰς τοὺς τὰ ἆθλα φέροντας, καὶ τοῦτο εὔδηλον. Ὡς γὰρ ἐν τῇ εἰκόνι τοῦ σταυροῦ ὁ ζωοποιὸς σταυρὸς καὶ ὡμολόγηται καὶ ἤρνηται· οὕτω καὶ ἐν τῇ εἰκόνι Χριστοῦ τὸ αὐτὸ ἀπαραλλάκτως. Εἰ καὶ τετύφλωται ὁ κόσμος· καὶ Χριστὸν ἀρνούμενος, παίζει τὴν ὕβριν, διὰ τὴν τοῦ ὑβριζομένου μακροθυμίαν. Καὶ τί θαυμαστὸν εἰ ὑπομένει, ζητῶν τὴν τῶν παροινούντων ἐπιστροφήν; Μὴ οὐχὶ στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ οἱ στρατευόμενοι; μὴ οὐχὶ καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν; οἱ καὶ ἔλεγον· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα. Ὁ δὲ ἔφερε πάντα, καταγελώμενος, μυκτηριζόμενος, καὶ ὅσα ἄλλα πέσχων ἐν σταυρῷ. Τοιαῦτά ἐστι νῦν πάσχων διὰ τῆς εἰκόνος αὐτοῦ, καὶ ἐν τῇ εἰκόνι αὐτοῦ· ἐπειδὴ τὸ ἀρχέτυπον ἐν τῇ εἰκόνι ἐκφαίνεται, ὡς εἴρηται τοῖς ἁγίοις. Ἀλλ᾽ εἴη ἔλεος ἐν τάχει τῇ Ἐκκλησίᾳ αὐτοῦ, ἐνδυναμῶν τοὺς ὁμολογοῦντας. Ἀκούω ὅτι νηστείαν ἕλκεις· καὶ χαίρω μὲν, συμβουλεύω δὲ καθεκάστην ἐσθίειν μετὰ τὰ ἑσπερινά. Τοῦτο γὰρ ἡ βασιλικὴ ὁδὸς, καὶ αὕτη ἐπαινετὴ ἐγκράτεια ἐν τῇ μαρτυρίᾳ.

· Contents ·