Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 28: To Abbot Basil

ΚΗ΄. — Βασιλείῳ ἡγουμένῳ.

Πάντα καταμαθὼν ἅπερ διὰ Κύριον ὑπέστη σου ἡ ὁσιότης σὺν τῷ ἱερῷ ὑπηκόῳ· ἐδόξασα τὸν ἀγαθὸν Θεὸν ἡμῶν λίαν· ὅτιπερ ἀνέτειλας καὶ αὐτὸς φωστὴρ ἐν τῷ κόσμῳ σὺν ἄλλοις λαμπτῆρσιν, ἐν τῇ νυνὶ νυκτομαχίᾳ τῆς αἱρέσεως, σκεῦος ἐκλογῆς, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας. Ὡς θαυμαστὴ ἡ δυὰς ὑμῶν! ὡς ἐραστὴ τῷ Χριστῷ, πληγὰς δι᾽ αὐτὸν ὑπομείνασα, ἀπαγωγὰς, φυλακὰς, καὶ ταῦτα ἕως τοῦ παρόντος. Ἀλλὰ τί ὅτι πρὸ τῆς πείρας ἧκες πρός με τὸν ταπεινὸν, καθὰ ἐδίδαξας, μὴ ἐπιτυχών μου τοῦ συνοψισμοῦ; καὶ εἰκότως. Ἐπειδὴ γὰρ, ὡς ὑπελάμβανες, οὐκ ἦν· οἰκτρὸς γὰρ ἐγὼ καὶ σκοτεινός· τί ἵνα καὶ ἐβλάβης; πλὴν ὅτι συνῆψας ἡμῖν ἑαυτὸν νυνὶ διὰ τοῦ γράμματος· καὶ ὁρῶμεν ἀλλήλους ἤδη τῷ πνεύματι· καὶ εἰς ταυτὸν συνήλθομεν ἐν πνεύματι· μία ψυχὴ ἐν Κυρίῳ γεγονότες, ἐγὼ ὁ ταπεινὸς ἐν ὑμῖν τοῖς ἁγίοις, καὶ ὑμεῖς ἐν ἐμοί· ὅτιπερ Χριστὸς ἐν μέσῳ ἀμφοτέρων, κατὰ τὴν ἀψευδῆ ἐπαγγελίαν. Τί λοιπὸν ἔτι; ἵνα, καθὰ ἐνηρξάμεθα ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις, τελειώσωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, μηδὲν ὑποπτήσσοντες· μὴ πληγὰς αὖθις, μὴ δεσμὰ, μὴ στρεβλωτῆρας, μὴ πῦρ, μὴ ξίφος, μὴ ὕδωρ, μηδὲ μάχαιραν. Οὕτως ὑποτίθεται ἡμῖν ὁ λόγος· οὕτως βοᾷ ὁ Ἀπόστολος· οὕτως ἡ τελείωσις τῶν μαρτύρων ἀπάντων. Οὐκ ἐσμὲν ἀγενέστεροι αὐτῶν· κἂν ἐγὼ τάλας, ἐκ Θεοῦ καὶ αὐτοὶ ἐγεννήθημεν· τὴν αὐτὴν μητέρα τῆς υἱοθεσίας κεκτήμεθα. Ἐκεῖνοι ἠθλοφόρησαν· καὶ ἡμεῖς ἀσχημονήσομεν; γυναῖκες καὶ κόραι ἐστέφθησαν· καὶ ἡμεῖς φιλοσαρκήσομεν; γέροντες καὶ νήπια νενικήκασι τυράννους καὶ βασιλεύοντας· καὶ ἡμεῖς ἰλιγγιάσομεν; οὐδαμῶς. Δῶμεν τὰς σάρκας τοῖς σαρκοφίλοις· ἡ ψυχὴ ἄληπτος. Μὴ φοβηθῶμεν τοὺς σωματοκτόνους· ἀλλὰ τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι. Τανῦν ἀγαλλίασις καὶ θυμηδία. Εἴπερ γὰρ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα. Θρηνείτω ὁ διάβολος, καὶ οἱ αὐτοῦ ὑπηρέται· τοῦτο γὰρ πάσχουσιν ἐν τῇ ἀκαταπλήκτῳ ἐνστάσει τῶν μαρτυρούντων. Φὴς μὴ ἰδέσθαι πώποτε βασιλέα· μηδὲ ἄρχουσι παρεστάναι· κἀντεῦθέν πως δεδιᾷν. Μηδαμῶς. Ὦ Πάτερ, καταφρόνησον ἀμφοτέρων, ὁ Χριστὸν ἔχων ἐνδεδυμένον. Ἐκεῖνός σε πτηξάτω ὥσπερ καὶ δαίμονες· ἄνοιξον σὸν στόμα παρὼν πρὸς αὐτόν. Δοθήσεται γάρ σοι λόγος· Χριστὸς ἐπηγγείλατο. Ἐλεγξον αὐτὸν, εἰ ματαιολογεῖ. Οὐ τὸν Ἀχαάβ ἤλεγξεν Ἡλίας; οὐ τὸν Ἡρώδην Ἰωάννης; οὐκ ἄλλοι τοὺς ἄλλους; ἵνα μὴ κατονομάζων μακρολογῶ. Ὁ τότε Θεὸς, καὶ νῦν. Ὡς ἠγάπησεν ἐκείνους, καὶ ἡμᾶς. Μαθητιῶν ἧς τοῖς ἀποστόλοις, μάρτυσι, προφήταις, Πατράσιν, ὁσίοις. Ὁ καρπὸς τῷ δένδρῳ ἐξομοιούσθω, καὶ εἰ μὴ οὕτω περιπατήσομεν· σκαιοὶ καὶ οὐχὶ μαθηταὶ, οὐδὲ υἱοὶ, οὐδὲ καρποί· ἀλλὰ τῆς ἀντικειμένης μερίδος· τῶν φιλοκόσμων δὴ, λέγω, καὶ δουλοσάρκων· ὧν τὴν μίμησιν φύγοιμεν, ἐπιτύχοιμεν δὲ Θεοῦ, τελειοφρόνως ἀγωνιζόμενοι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν εἰρηκότι· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.

· Contents ·