Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 29: To Megalo and Maria, Nuns

ΚΘ΄. — Μεγαλῷ καὶ Μαρίᾳ μοναζούσαις.

Τὸ γράμμα ὑμῶν τίμιον· καὶ ἡ προσηγορία συνετή· ἡ δὲ ἀγγελία, τί εἴπω; ὀδυνηρὰ, ἢ χαροποιός; Ὁ ἐμὸς Πατὴρ ἐξεδήμησεν, ὁ ὁμολογητὴς Χριστοῦ, ὁ δεύτερος Ἰὼβ, τὸ ἐγκαλλώπισμα τῶν μοναστῶν, ὁ τῆς ἀγάπης Δημιουργὸς, ὁ παντοφίλητος ἀνὴρ, ὁ τοῦ Θεοῦ ἄνθρωπος, ὁ πολύδακρυς ὀφθαλμὸς, ὁ φιλομαθὴς νοῦς, ὁ θείᾳ γνώσει πεπλουτισμένος, ὁ πολὺς ἐν ταπεινοφροσύνῃ, καὶ πολλοστὸς ἐν συνέσει, ὁ περιφανὴς πρὸ σχήματος, καὶ μετὰ τὴν μοναχικὴν τελείωσιν ὑπέρτερος. Ὁ δεθεὶς ἐν ἀγάπῃ Θεοῦ· κἀντεῦθεν μισήσας κόσμον· δούς τε προῖκα πάντα Χριστῷ πολύολβον οὐσίαν· εἶτα διαζευχθεὶς περιδόξου ὁμοζύγου, γένους τε καὶ φίλων καὶ συνήθων· ὁ καταλελοιπὼς περίγειον ἀξίωμα, οἶκον, πόλιν, πατρίδα, καὶ ταῦτα ἐν ἀκμαζούσῃ ἡλικίᾳ· εὐπρεπείᾳ τε προσώπου καὶ ὕψει ἡλικίας· εὐσθενείᾳ τε σώματος, καὶ ἀμφοτεροδεξιότητι τρόπων, νοητῶν τε καὶ ὁρατῶν· καὶ πλείω τούτων ἄν τις εἰπὼν, ἐλάττων ἔλθοι τῆς τοῦ ἀνδρὸς ἀρετῆς. Οὗτος ᾤχετο, ἀνῆλθε πρὸς Κύριον. Ποῦ καὶ πῶς; ἀρθεὶς φόρτᾳ ἐκ τῆς ποίμνης διὰ τὴν δύσοιστον νόσον· φυλακισθεὶς ἐν ἄστει ἄλλοις δύο ἔτεσι καὶ πρός· ἔπειτα ἐξορισθεὶς ἐν νήσῳ τινί· κἀκεῖσε τελειώσας τὸν ὁμολογητικὸν δρόμον ὑπὲρ Χριστοῦ.

Οὐκ ὀδυνηρόν μοι οὖν τὸ πάθος· ἀλλὰ καὶ λίαν περιχαρές· οὐ τέθνηκεν· ἀλλὰ μετέστη εἰς αἰώνιον ζωήν· οὐ γῆ αὐτὸν ἐκάλυψεν· ἀλλ᾽ οὐρανὸς ὑπεδέξατο. Ὑπέλαβεν αὐτὸν ἡ ὁμολογητῶν χορεία, ἡ ἀσκητῶν ὁμοσκηνία· ὅπου τὸ φῶς τὸ ἀληθινὸν, ἔνθα αἰ μακάριαι ἀναπαύσεις, ἀνθ᾽ ὧν εἴλετο κόπων καὶ πόνων ἐν σαρκὶ ἀσκητικῶς τε καὶ ὁμολογητικῶς. Νῦν μοι πανήγυρις, ἑορτὴ, θυμηδία· ἀλλὰ μὴν καὶ πᾶσιν ὀρθοδόξοις, προστάτην εἰς Θεὸν παραπέμψασι σύνδρομον τῶν προδραμόντων μαρτύρων τανῦν. Ἀγαλλιάσθω ἡ Ἐκκλησία, ὅτι στύλους ἔτι κτᾶται· εὐφραινέσθω ὁ ἱερὸς θίασος, ὅτι φωστῆρες ἐν κόσμῳ πάλιν ἀνίσχουσι φρυκτωροῦντες τοὺς ἐν σκότει τῆς αἱρέσεως. Ὢ! ὦ Πάτερ, Πάτερ, ὡς καλός σου ὁ δρόμος! ὡς ὅσιον τὸ μνημόσυνόν σου! ὡς μακάριον τὸ ὑπόμνημά σου! ἕλος σὺ φαιδρὸς, ὅλος χαρίεις. Τίς σε ἰδὼν οὐκ ἠγάπηκε; τίς δὲ συντυχὼν οὐ γεγλύκανται; Ἡ συνουσία σου ἐφετή· ἡ ἀρετὴ γνωριστική. Τί τὸ λοιπόν; Μέμνησο ὡς τῆς ποίμνης σου, κἀμοῦ τοῦ σοῦ υἱοῦ, κἂν ἐλαχίστου καὶ ἐρριμμένου. Οἶδας τὸν πόθον σου τὸν ἐν ἐμοί· ὡς κἀγὼ τὸν ἐν σοὶ ἐμοῦ. Βοήθησον ὑπὲρ πάσης τῆς Ἐκκλητίας πρὸς Κύριον· δεήθητι καὶ περὶ ἐμοῦ τοῦ οἰκτροῦ τάχει ἐλθεῖν πρὸς σὲ, ἐν ᾧ τρόπῳ τετελείωσαι. Αῦται μέν μοι αἱ φωναὶ πρὸς τὸν κοινὸν Πατέρα. Ὑμᾶς δὲ παρακαλῶ, μὴ προδοῦναι τὴν πίστιν· ὁσίως βιοῦν, ὡς ἐκείνου οὖσαι, θατέρα θατέρας· ἡ μὲν ὁμόζυγος· ἡ δὲ τῆς ὁμοζύγου ὁμαίμων· ὡς ἂν σὺν ἐκείνῳ δόξης τῆς ἀϊδίου ἀπολαύσοιτε.

· Contents ·