Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 30: To Symeon the Monk
Λ΄. — Συμεὼν μονάζοντι.
Δεξάμενος ἐπὶ χεῖρας τὴν τῆς ἁγιωσύνης σου ἐπιστολὴν, καὶ ἀναγνοὺς καὶ διδαχθεὶς ἕκαστα τῶν συμβεβηκότων αὐτῇ τε καὶ τοῖς σὺν αὑτῇ ἁγίοις Πατράσιν ἡμῶν· Ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς· διὰ τὴν ἁπάντων ἱερὰν φυγαδείαν, καὶ ἀλλοδαπὴν μετανάστασιν, καὶ πειραστικὴν καὶ θλιπτικὴν, διὰ τῆς ὧδε τε κἀκεῖσε ἀπαγωγῆς τε καὶ φρουρητικῆς παρὰ τῶν ἀθέων καταπράξεως· ὁμοῦ μὲν ἐστέναξα ὁ ταπεινὸς, εἰς οἷᾳ ἤγαγεν ὁ χρόνος πειραστήρια τὰς Ἐκκλησίας τοῦ Θεοῦ κατασκοπῶν· ὁμοῦ δὲ ἐμακάρισα τὰ ἄθλα τῶν δεδιωγμένων ἕνεκεν Χριστοῦ· ἔπειτα καὶ σὲ τὸν ἄγγελον ἡμῖν γεγονότα ἀπάντων τῶν δραματουργηθέντων· οὐκ ἀποκνήσαντα πρός με τὸν οὐδενὸς ἄξιον, καὶ χεῖρα ἐπὶ τὸ γράψαι δοῦναι, καὶ ἰχνομυθῆσαι ὅλην τὴν τῆς κακώσεως ὑπόθεσιν· ἀνθ᾽ ὧν εὐλογῆσαι σε Κύριος, στηρίξαι τε ἐπὶ πλέον, καὶ βεβαιώσαι ἐν τῇ ἀμειλίκτῳ ἐνστάσει τῆς μαρτυρίας Χριστοῦ. Καὶ γὰρ ἔμαθον ὅτιπερ συμβαλὼν μετὰ τὴν ἔνστασιν τῷ ἀσεβάρχῃ Ἰωάννῃ οὐχ ὑπεστάλης, οὐδὲ δεύτερος ἦλθες τῆς εἰς λόγους συμπλοκῆς· ἀλλὰ στεῤῥῶς ἀντικαταστὰς, περιεῖλες αὐτὸν, καὶ ἀπεστομάτισας νεανικῶς λόγῳ ἀληθείας τῆς δοθείσης σοι ὑπὸ ἐνεργείας τοῦ ἁγίου Πνεύματος.
Καὶ γὰρ οὐδὲ πάρεστιν ἐν τοῖς ἠπατημένοις δύναμις λόγου· ἐπεὶ μηδὲ φῶς· οὐδὲ ἀληθείας ἀπόδειξις, οὐδέ τι εὐθὲς, οὐδὲ ὅσιον ἐν σκότει διαπορευομένοις τῇ ἀσύνετῳ καρδίᾳ καὶ μεμωραμένῃ σοφίᾳ, τἀληθὲς δὲ εἰπεῖν, ἀσοφίᾳ καὶ ἀμαθίᾳ καὶ τυφλότητι. Ἓν δὲ μόνον καὶ πρῶτον καὶ τελευταῖον, ἡ ἐξουσία τοῦ σκότους· τοῦτο αὐτοῖς καὶ λόγος, καὶ ὅρος, καὶ πίστις, καὶ δόξα, καὶ ὅπλον. Ἐκ τῶν ἔργων αὐτῶν ἐπιγνώσεσθε αὐτοὺς, ἔφη ὁ Κύριος Τί γὰρ οὐκ ἔδρασαν ἀσεβές τε καὶ Ἰουδαϊκόν; Χριστὸν ἐνύβρισαν, τὴν Θεοτόκον, τοὺς ἁγίους· ὧν γὰρ οἱ σωματικοὶ χαρακτῆρες ἀτιμάζονται, αὐτοῖς ἐκείνοις ἡ ὕβρις ἀναπέμπεται τοῖς πρωτοτύποις· καὶ διὰ τοῦτο εἰκότως Ἀντίχριστοι ῥηθεῖεν οἱ Εἰκονομάχοι· ἐπειδὴ λέγει ὁ Θεολόγος καὶ εὐαγγελιστής· Καὶ νῦν πολλοὶ Ἀντίχριστοι. Ταῦτα μικρὰ μὲν πρὸς τὴν σὴν σύνεσιν· τῆς ἀγάπης δὲ σύμβολα, τῆς ἐν ἑνὶ φρονήματι καὶ μιᾷ ψυχῇ δοθείσης ἡμῖν ὑπὸ Θεοῦ, Ἀλλά μοι προσεύχου, ἀδελφὲ καλὲ, τὰ ἶσά σοι ἐναθλεῖν· καὶ γνωρίσαι μοι πάλιν ἀξίωσον ὅπως σύ τε διάγοις, καὶ ὅπως ἔχει καὶ ἕξει τὰ τῆς ἱερᾶς σου συνοδίας.