Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 31: To Joseph, His Brother and Archbishop

ΛΑ΄. — Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ.

Ὅσον μὲν ἀπὸ γραμμάτων, οὐκ ἔμαθον τὰ τῆς ὑγείας σου, ἀλλὰ φεῦ τῶν ἁμαρτιῶν μου ὅτι οὕτω γέγονεν! Ἐδηλώθη γάρ μοι ὑπὸ τῶν ἀδελφῶν ἡ τούτων μεθ᾽ ἑτέρων ἀπώλεια· καὶ ἥδε τοῦ διαβόλου ἐνέργεια. Ἀλλὰ δόξα τῷ Θεῷ τῷ κρύψαντι αὐτὰ ἀπὸ τῶν κρατούντων. Ἔμελλον γὰρ πολλοὶ κινδυνεύειν. Ἀλλ᾽ ὅτι καὶ οἱ ἴαμβοι συναπώλοντο, οὖς εὖ ποιῶν ἐμέτρησας κατὰ τῶν Εἰκονομάχων. Οὐ πάντως δὲ ἀμεταγράφους καὶ ἀπαρασημειώτους ἔμελλες αὐτοὺς πέμπειν. Ταῦτα μὲν ἐλύπησεν ἡμᾶς, ὡς τὸ εἰκός. Ἐγὼ δὲ ὁ ταπεινὸς, καὶ αὖθις προσαγορεύω τὴν ἁγιωσύνην σου γλιχόμενός σου τὸ τίμιον πρόσωπον· καὶ τίνος γὰρ πρὸ σοῦ; καὶ οὐχὶ ἀεί; οὐ τοσοῦτον ἐκ φύσεως, ὅσον ἐκ συμπράξεως οὐ τῆς χαμόθεν ἐγειρομένης, ἀλλ᾽ οὐρανόθεν ἐνεργουμένης, ἐκ πρώτης βαλβίδος σχεδὸν μέχρι τοῦ δεῦρο· ὡς ἴσασι πάντες· καὶ ἐμόρφωσαν οἱ γεννήσαντες, εἴπω καὶ σωματικῶς καὶ πνευματικῶς; Εἴη δὲ μένειν ἡμᾶς καὶ πρὸς τὸ ἑξῆς ὡσαύτως· καὶ μή με διαιρεῖσθαί σου τῆς ἀρετῆς πλήθει τῶν ἁμαρτιῶν· ἐκ θείας φιλανθρωπίας συγκροτουμένους, καὶ ἐντεύξεως τῶν εἰς φῶς ἐνεγκόντων. Τὰ μὲν δὴ τῆς εὐχῆς τοιαῦτα.

Τὰ δ᾽ ἄλλα οἷα καὶ ὅσα, ἐπὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, στεναγμῶν καὶ ὀδυρμῶν ἄξια, ἤδη πάντως ἀκούοις· ἃ γὰρ οὐδὲ οἱ πάλαι αἱρετίσαντες ἔπραξαν κατὰ Χριστοῦ, ταῦτα μανικώτερον ἐξείργασται νῦν. Καὶ Χριστὸς καθεύδει· καὶ ἡ ἁλμυρὰ τῆς ἀπιστίας θάλασσα κεκορύφωται, πανολεθρίαν ποιοῦσα. Ἀλλ᾽ εἴησαν σὺν σοὶ οἱ γνησιεύοντες τῶν μαθητῶν, Χριστὸν εἰς ἐπιτίμησιν καὶ καταστόρευσιν τῆς κινδυνεύσεως διεγείροντες. Οἴχεταί μου καὶ ὁ τοῦ σχήματος ἀνάδοχος, ἀνὴρ ἀγαθὸς, ὁμολογίας ἄθλον ἀπενεγκάμενος ἐν τοιαύτῃ χαλεπωτάτῃ νόσῳ· ὡς ἐνδεῶς ἔχειν καὶ τοῦ ἐπὶ κλίνης στρέφεσθαι. Πῶς; ἐνστὰς, καὶ ἀρθεὶς καὶ φυλακισθεὶς, εἶτα καὶ ἐξορισθείς· καὶ ταύτῃ τὸ μαρτύριον τελέσας. Οὐ παρεῖδεν οὖν αὐτοῦ Κύριος τοὺς ὑποτακτικοὺς κόπους, ὁπόσους οἶσθα, κἂν ἑάλω κατὰ τὰς ἁμαρτίας μου ἐν τοῖς Μοιχειανοῖς, φειδοῖ τοῦ σώματος, οὐ συναιρούμενος τῷ φρονήματι· ὡς τὸ πρᾶγμα ἐδείκνυ. Διὰ τοῦτο ὑπὸ Θεοῦ καὶ ῥαγεὶς τῆς συμμορίας, ἑτεραλκέα τὴν νίκην πεποίηται, ὥσπερ καὶ ὁ Μηδικιώτης· ἀλλὰ μὴν καὶ ὁ Νικαίας· ὡς γράμμασιν αὐτοῖς ἐπιστώθην. Καὶ τί λέγω τοῦτον κἀκεῖνον; Καὶ γὰρ πείθομαι καὶ ἕκαστον τῶν ἐνισταμένων οὕτως ἔχειν. Ἀλλὰ γὰρ καὶ αὐτὸς ὁ ἀληθινὸς ἡμῶν πατριάρχης ὁμολογῶν ἐστι τὴν ἀλήθειαν· ὡς ἔμαθον ἐκ στόματος τοῦ παρ᾽ αὐτοῦ ἀκηκοότος, καὶ ἐπαινοῦντος τὴν τότε ἔνστασιν. Εἴρηκα ταῦτα, ὁμοῦ μὲν τὸν ἐκδημήσαντα εἰκότως ἀποτιμῶν· ὁμοῦ δὲ καὶ τῇ σῇ ὁσιότητι γνώριμα καθιστῶν τὰ ὀφειλόμενα. Ἀλλ᾽ οἶδας ὅτι τὸ ἐγκόλπιον κακὸν Λεόντιος, ὁ ποτὲ ἡμέτερος, ὡς συναπήχθη τοῖς Μοιχειανοῖς πρότερον, καὶ νῦν προστάτης τῶν Εἰκονομάχων. Διὰ τοῦτο καὶ τὰ Στουδίου παρέλαβε· καὶ τοῦ Σακκουδίωνος ἀνόμως ἄρχει. Ἐξ ἀκαθάρτου οὐδὲν καθαρόν· οἷος ὁ φύσας κατὰ σάρκα, τοιοῦτον δὴ καὶ τὸ γέννημα· ὃν ὁ Θεὸς μεταστρέψειεν εὐχαῖς σου ἁγίαις· κἀμὲ στηρίξειε τὸν ἁμαρτωλὸν εἰς φόβον αὐτοῦ. Τοὺς ἠξιωμένους ὑπηρετεῖσθαι τῇ τιμιότητί σου προσφθέγγομαι. Ὁ σὺν ἐμοί σε δουλικῶς προσκυνεῖ.

· Contents ·