Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 32: To Thalelaeus, His Son

ΛΒ΄. — Θαλελαίῳ τέκνῳ.

Καλῶς ἐποίησας, ἐπιστείλας μοι, τέκνον ἠγαπημένον. Ἔδειξας γὰρ ἐν τούτῳ τὴν πίστιν καὶ ἀγάπην σου. Ἀλλὰ τί μοι ἐπαίνους ᾄδεις, ὧν ἀμοιρῶ κατὰ πάντα; Οὐκ οἶδας ὅτι ἁμαρτωλὸς ἐγὼ καὶ ἰδιώτης τῷ λόγῳ; Ἀλλ᾽ ἡ ἀγάπη κλεπτίστατος, τὰ μὴ ὄντα τοῖς ἀγεράστοις παρὰ τῶν φιλούντων προσάπτουσα. Ἀφέμενος οὖν τοῦ ἐπαινεῖν, προσεύχου μᾶλλον, τέκνον, στηρίζεσθαί με ἐν Κυρίῳ, καὶ σώζεσθαι ἐν παντὶ τρόπῳ ἀπὸ τοῦ Πονηροῦ. Ἡ σωματική σου ἀσθένεια ἐν εὐχαριστίᾳ εἴη πρὸς Θεόν· καὶ μὴ λυποῦ τὸν τρόπον ἐξ οὖ ἦλθεν. Οἶδε Κύριος τὰ συνφέροντα ἑκάστῳ τιθέναι· πλὴν ἀγνοῶ ὅθεν σοι ἧκεν. Ἡ βλασφημία καταφρονείσθω· καὶ οἰχήσεται θᾶττον· φοβοῦσα δὲ μᾶλλον παραγίνεται. Ἧς ῥυσθείης Θεοῦ ἐπιῤῥώσει. Εἰ καὶ καταπόνησις πολλὴ παρὰ τῶν διωκτῶν· ἀλλὰ τὸ βραβεῖον οὐράνιον. Εἴπερ οὖν συμπάσχομεν, [ἵνα] καὶ συνδοξασθῶμεν. Οὐ γὰρ εὐπαθείας ὁ καιρὸς, ἀλλὰ μαρτυρίου.

Τὸ πρόβλημα περὶ τοῦ πρεσβυτέρου τοῦ ὀρθοδοξεῖν δοκοῦντος, συνεσθίοντος δὲ ἐπισκόπῳ καθὰ εἴρηκας· εἰ μὲν παύσοιτο τῆς τοιαύτης συνεστιάσεως, μετ᾽ ἐπιτιμίου ἀπείρξεως τῆς ἱερουργίας ἕως τινὸς χρόνου, μηκέτι εἰς τὸν αὐτὸν ὄλισθον ὑποπίπτειν· ἔχει ἴασιν τοῦ ἱερουργεῖν Θεῷ. Εἰ δὲ ἀδιαφοροίη· μὴ γένοιτο λύτρον ἀνδρὸς ὁ ἴδιος πλοῦτος· τοῦ φυγεῖν σὺν τῇ δόσει καὶ αἱρετικῆς κοινωνίας, καὶ ἁμαρ[τη]τικῆς ἄλλης πράξεως· οὐ μὴν τῇ ἀνταλλαγῇ δοῦναι τὸ καλὸν, καὶ λαβεῖν τὸ χεῖρον· οἷον δοῦναι φῶς, καὶ λαβεῖν σκότος. Οὐδ᾽ ἂν τὰ ὅλα χρήματα τοῦ κόσμου παρέξει τις· καὶ κοινωνῶν εἴη τῇ αἱρέσει, φίλος Θεοῦ καθίσταται, ἀλλ᾽ ἐχθρός. Καὶ τί λέγω κοινωνίας; Κᾶν ἐν βρώματι, καὶ πόματι, καὶ φιλίᾳ συγκάτεισι τοῖς αἱρετικοῖς ὑπεύθυνος. Τοῦ Χρυσοστόμου ἡ ἀπόφασις· ἐπεὶ καὶ παντὸς ἁγίου. Πῶς δὲ ἀκούσιον, καὶ οὐκ ἔργον τῷ δοκοῦντι ὀρθοφρονεῖν, κοινωνοῦντι δὲ ὅμως τῇ ἁρέσει; Ἀκούσιόν ἐστιν, ὅταν τὸ στόμα τις τοῦ ὀρθοδόξου βιαίως ἀναχάνας, ἐγχέῃ τὴν αἱρετικὴν κοινωνίαν· ὅπερ ἐποίησαν οἱ πάλαι αἱρετικοὶ, καὶ ποιοῦσιν, ὡς ἕμαθον, οἱ νυνὶ Χριστομάχοι. Τὸ δὲ ἀφ᾽ ἑαυτοῦ μετασχεῖν, ἑκούσιον. Εἰ δὲ ὅτι δέει· τοῦτο γάρ ἐστι τὸ ζητούμενον· οὐδὲ οὕτως ἕξει ἀπολογίαν. Μὴ φοβεῖσθε γὰρ ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, ἀλλὰ Θεὸν, τὸν τὸ συναμφότερον γεέννῃ αἰωνίου πυρὸς παραπέμποντα. Ἀκούομεν; Ἀληθῶς ὁ κόσμος ὅλος μιᾶς ψυχῆς οὐκ ἔστιν ἀντάξιος, τῆς φυλαττούσης ἑαυτὴν ἀμέτοχον καὶ αἰρετικῆς κοινωνίας καὶ παντὸς κακοῦ. Οἱ δὲ ἀμφοτέρων μέτοχοι, χόρτῳ ἰσότιμοι, ξύλοις, καλάμῃ. Ἃ κατακαύσειε τὸ δοκιμαστικὸν πῦρ τῆς κρίσεως· τοὺς δ᾽ αὐτῶν πράκτορας συντηρήσει, ἀϊδίως φλογιζομένους, καὶ μὴ χωνευομένους.

· Contents ·