Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 33: Against Those Who Say That Christ Is Not Circumscribed
ΛΓ΄. — Πρὸς τοὺς λέγοντας μὴ περιγραπτὸν εἶναι τὸν Χριστόν
Ὁ μὴ περιγραπτὸν εἶναι σώματος χαρακτῆρι τὸν Χριστὸν λέγων· εἱρμῷ τινι πάντως φυσικῷ, καὶ ἀποδείξει λογικῇ κεχρημένος, τὴν περὶ τούτου ἔνστασιν πεποίηται, εἰς βεβαίωσιν ἀληθείας καὶ διασάφησιν τῶν ἀμυήτων.
Οὐκοῦν παρελθὼν διδασκέτω, ὅπως ἔχει φύσεως ὁ λόγος, καὶ τίς ἡ αἰτία τῆς ἀγραφίας. Ὅτι τῷ καθ᾽ ἡμᾶς εἴδει οὐ μεμόρφωται; ὅτι ὀστέοις τὸ σῶμα οὐ διείληπται; ὅτι βλεφάροις καὶ ὀφρύσι τὰς ὀπτικὰς κόρας οὐκ ἐφήρμοσται; ὅτι ὠσὶ τοὺς ἐλικοειδεῖς πόρους οὐ τετόνωται; ὅτι ῥισὶ τῶν ὀσφραντῶν ἀντιλαμβάνειν οὐκ ηὐθείασται; ὅτι παρειαῖς ἠβώσαις οὐκ ἐξήρτηται; ὅτι στόματι καὶ γλώττῃ, χείλεσί τε καὶ ὀδοῦσιν, οὐ διείλεκται, βέβρωκέ τε καὶ πέπωκεν; ὅτι ὤμων, καὶ ὠλενῶν, καὶ χειρῶν περιθέσει οὐ διέπλασται; ὅτι στέρνα αὐτῷ καὶ νῶτα σὺν κνημῖσι καὶ ποσὶν οὐκ ἐμπέφυκεν; ὅτι παράτασιν χρονικὴν κατὰ προκοπὴν καὶ αὔξησιν ἡλικίας οὐκ εἴληφεν; ὅτι κίνησις αὐτῷ πορευτικὴ, ἡ ἄνω, ἡ κάτω, ἡ ἐντὸς, ἡ ἐκτὸς, ἡ δεξιὰ, ἡ ἀριστερὰ, ἡ κυκλοφορικὴ, οὐ συνεκπέφανται; ὅτι κόποις καὶ ἀχθηδόσι, καὶ τοῖς ἄλλοις ἀδιαβλήτοις πάθεσιν, οὐ συνουσίωται· θριξὶ τὴν κεφαλὴν κομῶν, καὶ χιτῶσι τὸ ὅλον σῶμα σκεπόμενος; Εἰ δὲ ἐν τούτοις ὁμολογουμένως ὦπται, ὧν ἡ ἄθροισις, ἄνθρωπος ἀληθὴς, καὶ οὖ ἡ κατὰ τὸν σωματικὸν χαρακτῆρα ἐξεικόνισις, γραφὶς ἀψευδής· καὶ ἧς ἄνευ οὐδὲ συστῆναι πᾶν σῶμα σύνθετον οἶόν τε· εἴπερ ἐν ἀφῇ καὶ χροιᾷ τὸ τοιοῦτον· τίς ἡ ἄγαν τυφλότης καὶ ἄθεος ἔρις, τὸν ἡμῖν ὁμοούσιον καὶ ὅμοιον κατὰ πάντα πεφηνότα, ἄγραπτον Χριστὸν λέγειν; Πῶς δὲ καὶ τοῦ γραπτοῦ οἰχομένου, οὐ συνοιχήσεται ἅπαντα τὰ σύστοιχα ἰδιώματα; Ἡ γὰρ ἰδιότης, φησὶν ὁ Θεολόγος, ἀκίνητος, ἢ πῶς μένοι ἰδιότης κινουμένη καὶ μεταπίπτουσα; Εἰπάτω ὁ ἀντικείμενος.