Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 34: To Naucratius, His Son

ΛΔ΄. — Ναυκρατίῳ τέκνῳ.

Τί τούτου χαριέστερον, τοῦ ἀκοῦσαί με τὸν ἁμαρτωλὸν, ὅτιπερ σὺ ὁ ἀγαπητός μου υἱὸς, μεθ᾽ ἐτέρων ἑπτὰ ἀδελφῶν σου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, ἐμαστίχθητε ὑπὲρ Χριστοῦ τοῦ ἀγαθοῦ ἡμῶν Θεοῦ; Δόξα τῷ καλέσαντι ὑμᾶς εἰς τὴν ὁμολογίαν τῆς ἀληθείας αὐτοῦ· δόξα τῷ σταθερώσαντι τὰς τιμίας ὑμῶν ψυχὰς τῶν ἄλλων προκινδυνεῦσαι εἰς τὸ μὴ πτῆξαι, μηδὲ ὑποχωρῆσαι ἀπὸ προσώπου τοῦ ἀλάστορος· ἀλλὰ τὴν καλὴν ὑμῶν ὁμολογίαν ὁμολογῆσαι, καὶ διὰ ταύτην σὺν Χριστῷ δοῦναι τὸν νῶτον εἰς μάστιγας. Προσετέθητε χορὸς ἄλλος ὁμολογίας τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Ηὐξήσατε τὸ κλέος τῆς ἐν Χριστῷ ἀδελφότητος. Μακάριοι ὄντως, ποθητοί μου, καὶ τρισμακάριοι. μακάριαι καὶ αἱ κοιλίαι, αἱ εἰς φῶς ὑμᾶς ἤγαγον. Εἰ δέ τι καὶ περὶ ἐμοῦ· μακάριος κἀγὼ ὁ ἀμακάριστος καὶ ἄθλιος· ὅτι τηλικούτων ἀκούω, Πατὴρ τέκνων, Θεοῦ υἱῶν, καὶ κληρονόμων Χριστοῦ. Τίς ἡ χαρὰ αὕτη; ἀλλ᾽ οὐχὶ πάσης χαρᾶς θυμηρεστέρα; Τίς ἡ δόξα αὕτη; ἀλλ᾽ οὐχὶ τῶν τὰ διαδήματα φορούντων θαυμασιωτέρα, στίγματα φέρειν τοῦ Χριστοῦ, τὰ ζωνποιὰ αὐτοῦ πάθη, ὡς στέφη;

Οὕτως μὲν οὖν τὰς καθ᾽ ὑμᾶς· ἃ καὶ οὐρανὸς ἤνεσε, καὶ γῆ ἠκουτίσθη. Τὰ δὲ ἡμέτερα μηδαμινὰ καὶ ἁμαρτωλά· πλὴν ὡς ἀπήγγειλεν ὁ ἀδελφὸς Ἀδριανός· πάντως γὰρ ἀποσέσωσται. Εἰ δέ τι δέοι καὶ προσθεῖναι, ταῦτα καὶ δηλώσομεν. Μετὰ τὸν δαρμὸν ἔκλεισαν ἡμᾶς τοὺς δύο εἰς ἀνώγεων, ἀναφράξαντες τὴν θύραν, καὶ ἄραντες τὴν κλίμακα· κυκλόθεν φύλακες· μή τίς που θίγῃ, μηδὲ ἅψηται τοῦ δωματίου· ἀλλὰ καὶ πάντα τὸν εἰσερχόμενον εἰς τὸ κάστρον, προϋπαντῶντες οἱ φύλακες, οὐκ ἐῶσί που τραπῆναι πάρεξ τοῦ ἰδίου οἴκου, ἕως ἂν αὖθις ἐξέλθοι. Παραγγελία κραταιὰ, μὴ ἐπιδοθῆναι ἡμῖν τι πάρεξ ὕδατος μόνου καὶ ξύλου. Οὕτως ἁπλῶς θέμενοι ὡς ἐν τάφῳ, καὶ πρὸς τὸ κτεῖναι ἡμᾶς. Ὁ δὲ Θεὸς ἐλέει φιλανθρωπίας αὐτοῦ· δι᾽ ὧν προεισηνέγκαμεν χρειῶν· καὶ ἔτι δι᾽ οὗ ἐπιδέδοται ἡμῖν τὸ προσταχθὲν δι᾽ ὁπῆς τῆς θυρέδος, ἐπὶ κλίμακος ἀνιόντος κατὰ τὴν ὥραν ἐστώσης διατρέφει. Οὐ τολμῶμεν φῆσαι ἐκεῖνο ὅ φησι Δανιὴλ δεξάμενος παρὰ τοῦ Ἀμβακοὺμ τὸ ἄριστον· Ἐμνήσθη γάρ μου ὁ Θεός. Πλὴν ὅτι ἐμνήσθη καὶ ἡμῶν τῶν ἁμαρτωλῶν· καὶ ἐλεεῖ, καὶ περιέπει, καὶ σκέπει. Ἕως ἂν οὖν πάρεστιν ἡμᾶς τρέφεσθαι ἐκ τῶν ἔνδον· ἢ ὅπως ποτὲ ἑνὸς τῶν πορταρίων οἴκοθεν λάθρα ἐπιδιδόντος τοῦ καὶ ἐβδομαρησίου· τρέφει ἡμᾶς, καὶ δοξάζομεν τὸν Θεόν. Ἐπιλιπόντων δὲ τῶν χρειῶν, οἰκονομίᾳ Θεοῦ, συγκαταλείψομεν καὶ ἡμεῖς τὴν ζωὴν, καὶ ἐν τούτῳ χαίρομεν· καὶ τοῦτο τῆς μεγαλοδωρεᾶς τοῦ Θεοῦ.

Καὶ τίς εἰμι ἐγὼ ὁ τάλας, τοιούτῳ τρόπῳ καταληφθεὶς ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, καὶ πρὸς τὸ ἑξῆς, ὡς κελεύει, δόξης περισσοτέρας τὸν ἀγέραστον καταξιῶσαι σὺν τῷ ἀδελφῷ; Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, συναγωνίσασθέ μοι ἐν ταῖς προσευχαῖς ὑμῶν πρὸς τὸν Θεὸν, ἵνα ῥυσθῶ ἐν παντὶ τρόπῳ διὰ παντὸς ἐκ τοῦ Πονηροῦ· καὶ ἵνα ὁ ἐναρξάμενος ἐν ἡμῖν ἔργον ὁμολογίας αὐτοῦ διὰ σπλάγχνα οἰκτιρμῶν, οὐκ ἐξ ἔργων μού τινων· οὐ γὰρ ἐποίησά τι ἀγαθὸν ἐπὶ τῆς γῆς, ἀλλὰ τοὐναντίον· αὐτὸς καὶ ἐπιτελέσειεν ἐν ἀμφοτέροις. Τοῦτο καὶ ἡμεῖς οἱ ταπεινοὶ πρὸς ὑμᾶς τοὺς τὰ αὐτὰ πάσχοντας οὐ διαλιμπάνομεν αἰτεῖσθαι μετὰ δακρύων. Οὐ μόνον τοὺς ὀκτὼ τὴν ἐκλογὴν τοῦ Κυρίου· ἀλλὰ καὶ τὸν ἀββᾶν Πέτρον, καὶ τὸν καλὸν Λητοῖον· καὶ εἴ τινα ἄλλον, ἀσπαζόμεθα ἐν Κυρίῳ.

· Contents ·