Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 35: To Epiphanius, His Son

ΛΕ΄. — Ἐπιφανίῳ τέκνῳ.

Ἰδοὺ, τέκνον μου ἠγαπημένον, καθὼς προεθυμήθης, ἀπᾶραι ἐν τῇ Δύσει, εἰπόντος μου ἆραι γράμματα ταῦτα. Ἀπέστειλα δύο ἐπιστολὰς, τοῦ τε ἀποστολικοῦ, καὶ τοῦ κυροῦ Μεθοδίου. Οἱ γὰρ περὶ τὸν ἀδελφὸν Διονύσιον εὐδοκίᾳ Θεοῦ καὶ ἀπεσώθησαν ἕως τῶν ἐκεῖ, καὶ χρηστὰς ἐλπίδας ἤνεγκαν· πρὸς ἃς καὶ πάλιν ἐπιστεῖλαι εὖ ἐνόμισα. Ἐπέστειλα δὲ, οὐχ ὡς ἀπ᾽ ἐμοῦ μόνον, ἀλλ᾽, ὡς τὸ πρότερον, ἐξ ἀμφοτέρων τῶν ἡγουμένων, οὖς δηλοῖ ἡ ἐπιστολὴ, πάρεξ τοῦ τῆς Εὐκαιρίας· οὗτος γὰρ, ὡς ἔμαθον, κατὰ τὰς ἁμαρτίας μου κατέπεσε. Γνώσει οὖν καὶ κοινῇ γνώμῃ, διὰ μηνύματος λαθραίου, καὶ ἀναγνώσεως τῆς ἐπιστολῆς, τότε ἑπεστείλαμεν, ὡς καὶ ἐδήλου τὸ ἀπιὸν γράμμα. Νῦν δὲ, κἂν οὐ δεδύνημαι τοῦτο ποιῆσαι διὰ τὴν ἀσφάλειαν, ἀλλ᾽ ὡς ἤδη ὁμογνωμονούντων ἀμφοτέρων, καὶ αὕτη ἡ ἐπιστολή. Ἴσως δὲ καὶ μετὰ ταῦτα ἐνδέχεται κἀκείνους ἐπιγνῶναι. Ἄπιθι οὖν, ὦ καλὲ Ἐπιφάνιε· ἐπίφανον τῇ Δύσει ἄγγελος πιστὸς, φρόνιμος, ἀρχαιογνώριστος· ἀποδιδοὺς τὴν ἐπιστολὴν, καὶ κατὰ τὰ θεοκινήτως τυπωθέντα ἐν τῷ ἁγίῳ ἀποστολικῷ, ὑποθετικῷ τρόπῳ καὶ λόγῳ τοῦ ἱεροῦ Μεθοδίου, καὶ τοῦ τῆς Μονεμβασίας ἁγίου ἐπισκόπου, καὶ αὐτὸς συνεπιπρεσβεύων καὶ ἐκλιπαρῶν εἰς πέρας ἐνεχθῆναι ταῦτα Θεοῦ εὐδοκίᾳ, τοῦ ἔχοντός σε καὶ ἀποσῶσαι, καὶ παραστῆσαι τῇ ἱερᾷ καὶ μακαρίᾳ κορυφῇ. Μὴ δείσῃς· πολύς σοι ὁ μισθὸς, καὶ μέγας ὁ ἀγών. Χριστὸς μετὰ σοῦ. Πρόσειπε πάντας τοὺς ἁγίους, καὶ μάλιστα τοὺς γνωριμωτάτους· ἐξαιρέτως τὸν ἅγιόν μου Πατέρα τὸν ἀρχιμανδρίτην. Ἀλλὰ καὶ τὸν δεσπότην μου τὸν Χαρτοφύλακα· οὖ ἡ ἀγάπη ἔγκειται ἐν τῇ ταπεινῇ μου καρδίᾳ.

· Contents ·