Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 36: To Naucratius, His Son

ΛϚ΄. — Ναυκρατίῳ τέκνῳ.

Χαίρω ἐπὶ σοὶ, ἀδελφέ μου Ναυκράτιε, ὅτι τῆς χαρᾶς υἱὸς χρηματίζεις· ὅπερ ἐστὶ τὸ διὰ Χριστὸν πάσχειν. Καὶ τί γὰρ τούτου χαριέστερον; τί δὲ εὐκλεέστερον; Ἐμαστίχθης οὖν Χριστομιμήτως· ἤρθης ἐκ φυλακῆς εἰς φυλακὴν, παραδοθεὶς εἰς χεῖρας Ἰωάννου τοῦ ἀσεβοῦς, ἐφ᾽ ῷ ὁ ταπεινὸς καὶ ἠγωνίασα. Ἀλλ᾽ ὅτι προσβαλόντος αὐτοῦ οὐ περιετράπης, τοὐναντίον δὲ καὶ ἀπεπέμψω διελεγκτικῶς τὸν ματαιόφρονα, πάνυ ὁ τάλας ἤσθην, καὶ εὐθύμησα. Εἴη δέ σοι καὶ πρὸς τὸ ἑξῆς πρὸς πᾶν ὁτιοῦν τῶν συμβησομένων παρὰ Κυρίου βοήθεια. Ἐπειδὴ δὲ ἔφης προτεῖναι αὐτὸν ἐν τῇ διαλέξει φωνὰς ἐν ἀνατροπὴ τῶν ἁγίων εἰκόνων· ἤγουν Ἀστερίου, Ἐπιφανίου, καὶ Θεοδότου· ἀναγκαῖον ᾠήθην πρὸς καταρτισμὸν ἀμφοτέρων, παραθέσθαι ἐνταῦθα· εἰ καὶ ὑπερτείνει τὸ ἐπιστολιμαῖον ὕφος· αὐτὰς ἐκείνων τὰς φωνὰς, καὶ τὴν σὺν Θεῷ παρ᾽ ἡμῶν τῶν ἀμαθῶν ἀνατροπὴν αὐτῶν. Ἡ οὖν τοῦ Ἀστερίου ἐπὶ λέξεως τάδε· « Μὴ γράφε τὸν Χριστόν· ἀρκεῖ γὰρ αὐτῷ ἡ μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνῃ, ἣν αὐθαιρέτως δι᾽ ἡμᾶς κατεδέξατο· ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον Λόγον περίφερε. » Ἐρωτάσθω τοιγαροῦν ὁ λογογράφος, ἀνθότου ἀπαγορεύσας Χριστὸν γράφεσθαι, ἀρκεῖν αὐτῷ λέγει τὴν μίαν τῆς ἐνσωματώσεως ταπεινοφροσύνην· ὡς καὶ τὴν ἅπαξ αἱρεθεῖσαν ἄδοξον ὑποφεύγοντι τὴν δευτερεύουσαν τῆς ταπεινοφροσύνης φανέρωσιν. Καὶ πῶς αὐθαίρετος εἰ ἄδοξος; τὸ γὰρ αὐθαίρετον ἔνδοξον, οὐκ ἔχον τοῦ ἀκουσίου τὸ ἄδοξον. Εἰ δὲ τοῦτο οὖ· ἀλλ᾽ ὅτι δευτέρωσις ἡ τὸ αὐτὸ καὶ πρῶτον καθ᾽ ὁμοίωσιν δεικνύουσα γραφή. Πῶς δὲ καὶ τὸ ὑπομνηματίζεσθαι δι᾽ ἀκοῆς οὐ παραιτήσεται· εἴγε τὸ δι᾽ ὕψεως θριαμβεύεσθαι ὡς δευτέρωσιν φέρον νεμεσητὸν αὐτῷ; Ἑκάτερον γὰρ θατέρου σύνοδόν τε καὶ ἰσοδύναμον, ὡς τὸ θεῖον στόμα, Βασίλειος ὁ μέγας, ἀπεφθέγξατο. Λογισθήσεται δὲ καὶ κατὰ τὸ ἀνάλογον, καὶ τὸ τὸν σταυρὸν ἅπαξ γραφῆναι, ἑτέρου δηλαδὴ σταυροῦ δευτέρωσις· ὡς καὶ ἐπὶ τοῦ Εὐαγγελίου. Καὶ ἐπειδὴ ἀεὶ γράφεται ἀμφότερα· ἀπείρους σταυροὺς, πρὸς δὲ καὶ Εὐαγγέλια, οὐχ ἕνα καὶ ἕν, ὑπάρχειν. Εἰ δὲ εἷς καὶ οὐδέτερος, κἂν μυριοστῶς γράφοιτο, σταυρός. Καὶ ἓν καὶ οὐδέτερον, κἂν ἀπείρως γράφοιτο, Εὐαγγέλιον· καὶ εἷς καὶ οὐ δύο, κἂν ὡσαύτως γράφοιτο, Χριστός. Γραφόμενος γάρ ἐστιν, ὡς ἀναγινωσκόμενος· καὶ οὐ πλησθήσεται οὖς ἀπὸ ἀκροάσεως, οὔτε μὴν ὀφθαλμὸς ἀπὸ ὁράσεως· ὅτι ὁ Θεὸς ἄνθρωπος γέγονε· καὶ ὅτι ὤφθη βρέφος ὁ αἰώνιος· καὶ γαλακτοτροφεῖται ὁ τρέφων τὰ σύμπαντα· καὶ ἀγκαλίζεται ὁ ἀπερίληπτος· καὶ χρηματίζει ἀνὴρ ὁ ὑπέρθεος· καὶ βαπτίζεται ἡ τῆς σοφίας ἄβυσσος· καὶ δρᾷ τὰ θεοπρεπῆ καὶ ἀνθρωποπρεπῆ ὁ ὑπερούσιος· καὶ σταυροῦται ὁ τῆς δόξης Κύριος· καὶ θάπτεται καὶ ἀνίσταται ὁ ζωοποιῶν τὰ σύμπαντα· καὶ ἀναλαμβάνεται ἀνθρωποπρεπῶς ὁ μηδαμοῦ χωρούμενος. Παυσάσθω ἀπαγορεύειν τὴν οὕτω σωτήριον κόσμου καθ᾽ ἑκάτερα φανέρωσιν· καὶ τὴν δόξαν Κυρίου ἀδοξίαν ὑποτιθέμενος, καὶ τὴν αὐθαίρετον ταπεινοφροσύνην ἀκούσιον ὑποβαλλόμενος· παυσάσθω δὲ καὶ τῷ μεγάλῳ Βασιλείῳ ἀντιφερόμενος, οὗ ἡ φωνὴ, Θεοῦ φωνή· ὧδε που προστάσσοντι· « Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός. » Ἐῤῥίφθω δέ που θείου χοροῦ σὺν τῇ παρούσῃ ἀποφάσει καὶ ἡ ἑξῆς κατάφασις, ὡς τὸ ἴσον τῆς ἀτοπίας ἔχουσα.

Τί γάρφησιν; Ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον Λόγον περίφερε. Ὢ τῆς ἀλογίας! Οὐτίπου γὰρ θεῖον στόμα ἀσώματον τὸν Λόγον, μετὰ τὸ γενέσθαι αὐτὸν σάρκα, λέλεχεν; Οὐκέτι μὲν γὰρ σάρκα Χριστὸν, ἀλλ᾽ οὐκ ἀσώματον τὸν Λόγον ὁ ἱερὸς Ἀπόστολος εἴρηκεν, ἐν οἷς φησιν· Ἡμεῖς δὲ ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Ὅπερ ἑρμηνεύων ὁ Θεολόγος Γρηγόριος, τὰ σαρκικὰ ἔφη πάθη, καὶ χωρὶς ἁμαρτίας ἡμέτερα· ὡς καὶ ἀλλαχοῦ φησιν· Οὐκέτι μὲν σάρκα, οὐκ ἀσώματον δέ. Ὁ δὲ ἀσώματον τὸν Λόγον φήσας, οὐ μόνον τοῖς δυσὶν, ἀλλὰ καὶ πᾶσι τοῖς θεοφόροις μαχόμενος εἶεν. Δέδεικται τοίνυν φύσεως λόγῳ ἀτόπῳ ἄτοπον ἐπακολουθῆσαν· καὶ τῇ τοῦ ψεύδους ἀνατροπὴ κείσθω ἀντιστρόφως ἡ ἀλήθεια. Πῶς; Γράφε τὸν Χριστὸν ὅπου δεῖ· ὡς ἔχων αὐτὸν κατοικοῦντα ἐν τῇ καρδίᾳ σου· ἵνα καὶ ἀναγινωσκόμενος ἐν δέλτῳ, καὶ ὁρώμενος ἐν Γραφῇ· ὡς ταῖς δυσὶν αἰσθήσεσι γνωριζόμενος διττῶς, φωτίζῃ σου τὰς φρένας· μσθόντος ὅπερ διὰ λόγου κατηχήθης, τοῦτο βλέπειν κατ᾽ ὀφθαλμούς. Καί γε ἐν τῷ οὕτως ἀκουτίζεσθαι καὶ ὁρᾶσθαι, οὐκ ἔχει φύσιν μὴ οὐχὶ δοξάζεσθαι Θεὸν, καὶ κατανύττεσθαι ἄνθρωπον εὐσεβῆ· οὖ τί ἂν γένοιτο σωτηριωδέστερον καὶ Θεῷ εὐπρόσιτον; Οὕτως οὖν οἱ οὐδαμινοὶ νοοῦμεν τἀληθῆ· εἰ καί τινες τῶν πρὸ ἡμῶν ἱερῶν Πατέρων ἑτέρως ὑπειλήφασι τὸ διελεγχθὲν πρόβλημα. Τῆς γοῦν τοῦδε φωνῆς περαιωθείσης, τίς ἡ τοῦ Ἐπιφανιου; Νοήσει ἡ σὴ θεοσέβεια, εἰ πρέπον ἐστὶ Θεὸν ἔχειν ἡμᾶς ζωγραφητὸν διὰ χρωμάτων. Ὅρα δὴ τὸν ψευδηγόρον. Οὐ Χριστὸν εἶπεν, ἐφ᾽ ῷ δηλοῦται ἡ περιγραφὴ μετὰ τοῦ ἀπεριγράπτου· ὧδε γὰρ τῶν ἑκατέρων φύσεων ἡ δήλωσις· ἀλλὰ Θεὸν ἔχειν ἡμᾶς ζωγραφητόν· ἀπαμφιεννὺς τὸν Λόγον τῆς ἀνθρωπότητος Μανιχαϊκῷ φρονήματι, καὶ Θεὸν γυμνὸν προτείνας· ὡς ἂν τῷ ἀτόπῳ τῆς προτάσεως τὸν ἀκροατὴν ἐκπλήξειεν. Οὕτω δὴ καὶ ὁρατὸν Θεὸν εἰπεῖν ἔκτοπον· εἴπερ φησὶ τὰ θεῖα Λόγια· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· καὶ μὴν ὁ μονογενὴς Υἱὸς Θεὸς ὢν καὶ ὁρώμενος, τοῦτο ἐξηγήσατο· ἀλλ᾽ εὔδηλον ὅτι γυμνὸν Θεὸν ἀνθρωπότητος οὐδεὶς ἑώρακεν. Ἐπεὶ δὲ ὁ Μονογενὴς οὐ γυμνὸς μετὰ τὴν σάρκωσιν, διὰ τοῦτο καὶ ὁρατός. Καὶ βεβόηκεν ὁ ἱερὸς Ἀπόστολος· Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. Τὸ οὖν ἐν σαρκὶ, ἐπὶ πάσῃ ἀποφάνσει ἀπὸ κοινοῦ ληπτέον. Εἰρμὸς γὰρ τίς ἐστιν ἡ πρώτη φωνὴ, οὐ μόνον ταῖς ἐφεξῆς· ἀλλὰ γὰρ καὶ πάσαις ταῖς τῆς ἐνσωματώσεως ἰδιότησιν. Ὡς οὖν ὁ Θεὸς ἐφανερώθη ἐν σαρκὶ, καὶ ἐφ᾽ ἑκάστῳ τῶν προειρημένων (οὐ γὰρ ἂν ἔχοι φύσιν, μὴ προσυπακουομένου τοῦ ἐν σαρκὶ, ἢ ὀφθῆναι, ἢ ἀναληφθῆναι)· οὕτω δηλαδὴ καὶ γαλουχεῖται ἐν σαρκὶ, καὶ προκόπτει ἡλικίᾳ, καὶ βαδίζει ποδὶ, καὶ ἰδροῖ ἀγωνίᾳ, καὶ διαλέγεται γλώττῃ· καὶ ὅσαπερ ἄλλα τῆς αὐτῆς συστοιχίας.

Εἰ δὲ ταῦτα οὕτως· ἐπειδὴ ἐν τῶν ἁπάντων ἰδιωμάτων τοῦ σώματος καὶ ἡ περιγραφὴ, εὔδηλον ὅτι καὶ περιγράφεται Θεὸς ἐν σαρκὶ, εἴτε χρωματουργικῶς, εἶτ᾽ οὖν ἑτεροτρόπως. Δυοῖν γὰρ ἑκάτερον, πᾶσα ἀνάγκη. Εἰ ὦπται ἐν σαρκὶ, καὶ περιγράφεται ἐν σαρκί· ἐπείπερ σύστοιχον καὶ ἀλληλαίτιον ἑκάτερον ἑκατέρου. Εἰ οὖν μὴ τὸ δεύτερον ἀληθὲς, οὐδ᾽ ἄρα τὸ πρῶτον. Ἀλλὰ μὴν τὸ πρῶτον ἀληθές· οὐκοῦν καὶ τὸ δεύτερον. Οὕτω καὶ κατὰ τὰ θεῖα Λόγια, καὶ κατὰ κοινὸν συλλογισμὸν, ἠλίθιον τὸ μὴ ὁμολογεῖν Θεὸν ἐγγράφεσθαι ἐν σαρκὶ, εἴπερ ὦπται ἐν σαρκί· Ἐπεὶ καὶ ἐτέρωθι ὁ γεννάδας φησίν· « Ἤκουσα ὅτι καὶ τὸν ἀκατάληπτον Υἱὸν τοῦ Θεοῦ τινες γράφειν ἐπαγγέλλονται. Φρίξαι ἐπὶ τοῦ ἀκοῦσαι. » Τίς γοῦν νοῦν ἔχων οὐκ ἐπιγελάσειε τὸν ματαιόφρονα; Οὐτίπου ἀνέγνω, ὅτι Συνέλαβον τὸν Ἰησοῦν, καὶ ἔδησαν αὐτὸν, καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον, τὸν ἀρχιερέα; Καὶ ἑτέρωθι πάλιν· Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων; Οὐχ ὁμολογεῖ Θεὸν τὸν Ἰησοῦν; Εἰ Θεὸς οὖν, πῶς ὁ ἀκατάληπτος ἐλήφθη καὶ ἐδέθη, ἢ δῆλον ὅτι ἐν σαρκὶ, καθὰ ὡμολόγησεν ὁ πάνσοφος Παῦλος; Σιγάτω οὖν λυττῶν κατὰ Χριστοῦ καὶ οὗτος ὁ πλάνος. Ἐὰν δέ που ἀκούσειεν ὅτι καὶ ἐσθιόμενον ἔχομεν Θεὸν, τάχα ἂν οὐ μόνον φρίξοι, ἀλλὰ καὶ διαῤῥηχθείη, μὴ φέρων τὸ ἄκουσμα. Ἀλλὰ τί φησιν ὁ Χριστός; Καὶ ὁ τρώγων με, κἀκεῖνος ἰήσεται δι᾽ ἐμέ. Οὐκ ἂν δὲ ἄλλως βρωθείη εἰ μὴ ἐν σαρκί. Καὶ γὰρ ὁ Χριστὸς ὁμοῦ Θεὸς καὶ ἄνθρωπος τέλειος ὑπάρχων, ὁπότερον καθ᾽ ἑκάτερον τῶν ἐξ ὧν συνετέθη φύσεων ὀνομάζοιτο· καὶ καθ᾽ ἑκάτερον κυρίως νοούμενος λέγοιτο· οὐ τῆς θατέρου ἰδιότητος ἐν τῷ μοναδικῷ τῆς ὑποστάσεως μειουμένης ἢ συμφυρομέγης.

Καὶ μάρτυς τοῦ λόγου αὐτὸς ὁ Θεὸς καὶ Λόγος, πῆ μὲν λέγων· Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; Καίτοιγε ὁ λέγων καὶ Θεὸς ἀθάνατος ἦν. Πῇ δὲ φάσκων· « Ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς· ὅτι εἶπον· Υἱὸς τοῦ Θεοῦ εἶμι. » Καὶ μὴν ὁ εἰπὼν, καὶ υἱὸς ἀνθρώπου ἦν. Οὕτω τὸ πεφυκὸς ἑκατέρου ὀνόματος θατέρᾳ φύσει ἀπονέμοντες οὐτίπου διασφαλλόμεθα. Ἐπεὶ δὲ καὶ τοῦδε τέλος εἴληφεν ἡ φωνὴ, τίς ἡ Θεοδότου; « Τὰς τῶν ἁγίων ἰδέας οὐκ ἐν εἰκόσιν ἐξ ὑλικῶν χρωμάτων ἀνὰ μορφοῦν παρειλήφαμεν· ἀλλὰ τὰς τούτων ἀρετὰς διὰ τῶν ἐν Γραφαῖς περὶ αὐτῶν δηλουμένων, οἷόν τινας ἐμψύχους εἰκόνας ἀναμάττεσθαι δεδιδάγμεθα· ἐκ τούτου πρὸς τὸν ὅμοιον αὐτοῖς διεγειρόμενοι ζῆλον. Ἐπεὶ εἰπάτωσαν οἱ τὰς τοιᾶσδε ἀναστηλοῦντες μορφὰς, ποίας ἄρα ἐκ τούτων καταπολαύοιεν ὠφελείας· ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται πνευματικῇ θεωρίᾳ. Ἀλλ᾽ εὔδηλον ὡς ματαία ἡ τοιαύτη ἐπίνοια, καὶ διαβολικῆς μεθοδείας εὕρεμα. » Εὐθὺς ἡ βαλβὶς τοῦ λόγου οὐ νεμεσητὴ, εἰ καὶ τῶν ἐφεξῆς ἀτόπων κατασκευαστική· ἐπεὶ καὶ πολλοὶ τῶν ἱερῶν διδασκάλων τῆς εἰκονικῆς θέας τὴν διὰ λόγων ἱστορίαν προὐργιαιτέραν τίθενται· οὐ διαβάλλοντες τὴν θατέραν· ἕτεροι δὲ τὸ ἔμπαλιν· ἔχοι δὲ τὸ ἴσον, καθά φησιν ὁ μέγας Βασίλειος· « Ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας δι᾽ ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσι. » Καὶ οὐ πάντες ζωγράφοι, οὐδὲ πάντες λογογράφοι· ἀλλ᾽ ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον χάριτος. Ὥστε τήνδε τὴν πρότασιν παρεὶς, λεγέτω τὴν ἑξῆς· « Ἐπεὶ εἰπάτωσαν οἱ τὰς τοιᾶσδε ἀναστηλοῦντες μορφὰς, ποίας ἐκ τούτων ἄρα καταπολαύοιεν ὠφελείας· ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται πνευματικῇ θεωρίᾳ. »

Ἀντερωτάσθω οὖν ὁ γεννάδας· ποίαν γὰρ ὄνησιν καὶ ἱερὰν θεωρίαν οὐκ ἔστιν ἐντεῦθεν εὑρέσθαι; Εἰ γὰρ αὔτη φύσις εἰκόνος, μίμημα εἶναι τοῦ ἀρχετύπου, καθά φησιν ὁ Θεολόγος Γρηγόριος· καὶ ἐν τῇ εἰκόνι τὸ ἀρχέτυπον ἐκφαίνεται, καθά φησιν ὁ πάνσοφος Διονύσιος· δῆλον ὅτι ἐκ τοῦ μιμήματος, ἤγουν εἰκόνος, πολὺ τὸ ὄφελος πρόεισι· καὶ διὰ τοῦ μιμήματος πλείστη ἐπὶ τὸ ἀρχέτυπον ἡ πνευματικὴ θεωρία ἄνεισι. Καὶ μάρτυς ὁ αὐτὸς θεῖος Βασίλειος ὧδε που λέγων· « Ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει. » Εἰ δὲ ἀναβαίνει, καὶ κάτεισιν εὔδηλον ἐπὶ τὴν εἰκόνα ἀπὸ τοῦ πρωτοτύπου. Οὐκ ἂν δέ τις ἀνοηταίνων ἀνωφελῆ τὴν τιμὴν εἴποιεν· οὐδ᾽ αὖ τὸ μίμημα μὴ οὐχὶ τοῦ μεμιμημένου ἀποτύπωμα· ὡς εἶναι ἑκάτερον ἐν ἑκατέρῳ κατὰ τὸν θεῖον Διονύσιον· οὗ τί ἂν γένοιτο ὠφελιμώτερόν τε καὶ ἀναγωγικώτερον; Ἐμφασις γάρ ἐστι τῆς αὐτοψίας, καὶ σεληνιαῖόν τι φῶς, ἵνα καὶ οἰκείῳ παραδείγματι χρήσωμαι, πρὸς ἡλιακὸν φῶς ἡ εἰκών· ἐπεὶ εἰ μὴ τοῦτο, τί ὀνίνησι τοὺς πάλαι ἡ σκηνὴ τοῦ μαρτυρίου, μίμημα οὖσα τῶν ἐπουρανίων; Κἀκεῖ γὰρ μετὰ τῶν ἄλλων Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἰλαστήριον· τουτέστιν εἰκόνες ἀνθρωπομόρφῳ εἴδει διατυπούμεναι· ἀναγωγικὰ πάντα, καὶ τῆς ἐν πνεύματι λατρείας θεωρήματα. Μάτην δὲ ἡμῖν ὅσον ἐπὶ τῇ τοιάδε προτάσει καὶ ἡ σταυροειδὴς εἰκών· μάτην καὶ ἡ λογχοειδής· μάτην καὶ ἡ σπογγοειδής. Ἐπείπερ καὶ ταῦτα μιμήματα, κἂν οὐκ ἀνθρωπόμορφα· μάτην καὶ ὅσα ἄλλα αἰσθηταῖς εἰκόσι, Διονυσιακῶς εἰπεῖν, παραδέδοται ἡμῖν· δι᾽ ὧν ἐπὶ τὰς νοητὰς κατὰ τὸ δυνατὸν, φησὶν, ἀναγόμεθα θεωρίας.

Ἔπειτα καὶ ἡ μία τῶν πέντε τῆς ψυχῆς δυνάμεων ἡ φαντασία· φαντασία δὲ δόξειέ τις εἰκών· ἰνδάλματα γὰρ ἀμφότερα. Οὐκ ἀνωφελὴς ἄρα ἡ εἰκὼν τῇ φαντασίᾳ ἐοικυῖα. Εἰ δὲ ἀνωφελὴς ἡ προὐργιαιτέρα, πολλῷ οὖν μᾶλλον ἡ ὑφειμενεστέρα, μάτην συνυπάρχουσα τῇ φύσει· καὶ εἰ μάτην, καὶ αἱ σύστοιχοι αὐτῆς, αἴσθησις, δόξα, διάνοια, νοῦς. Οὕτω φυσιολογῶν ὁ λόγος ἄνουν ὑπαγορεύει διὰ θεωρίας ἐπαγωγικωτέρας τὸν τῆς εἰκόνος ἤτοι φαντασίας ἐξουδενωτήν. Ἐγὼ δὲ καὶ ἄλλως ἄγαμαι τὴν φαντασίαν. Φασὶ γάρ τινες γυναῖκα κατὰ τὸν συλλήψεως καιρὸν Αἰθίοπα φαντασθεῖσαν, Αἰθίοπα ἀποτεκεῖν. Τοιοῦτον καὶ τὸ κατὰ τὸν πατριάρχην Ἰακὼβ ἐπὶ τῷ τῶν ῥάβδων λεπισμῷ· ἐξ ἧς φαντασίας ἐποικίλλοντο τὰ ἐν τοῖς θρέμμασι τικτόμενα, καὶ, ὦ τοῦ θαύματος! ὅτι πραγματικῆς ἐνεργείας ἡ εἰκονοειδὴς φαντασία ὥπται ἀποτέλεσμα. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ὁ λόγος· « Εἰπάτωσαν οἱ τὰς τοιᾶσδε ἀναστηλοῦντες μορφὰς, ποίας ἄρα ἐκ τούτων καταπολαύοιεν ὠφελείας· ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται θεωρίᾳ. » Καὶ τίς, ὦ τᾶν, οὐκ ἐκ τῆς εἰκονικῆς ἰδέας, εἴπερ ἐναργῶς ἀτενίσειε, δεξιᾶς τε ἢ ἀριστερᾶς, ἰνδάλματα λαβὼν ἐν νῷ ἄπεισιν; ἀλλ᾽ εἰ μὲν ἐξ ἀρίστης ἄριστα· εἰ δὲ ἐξ αἰσχίστης αἴσχιστα· ὥστε πολλάκις καὶ οἶκοι μένων τῇ μὲν κατανύττεσθαι, τῇ δὲ παθαίνεσθαι. Ἢ οὐχὶ καί τις ἐνίοτε ἀφυπνώσας τοῖς νυκτερινοῖς φαντάσμασι περιχαρῶς ἢ λυπηρῶς διανίσταται; Εἰ δὲ ἐκεῖ οὕτως, πολλῷ μᾶλλον ἐν τοῖς καθ᾽ ὕπαρ εἰκονίσμασι διατίθεσθαι ἔστι πρὸς ἑκάτερα τὸν βλέποντα· Οὐ δήπου ἀνέγνως, ὦ βέλτιστε, ὡς οἱ πάλαι ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων. Τί; ἑκάτερον οὐκ εἰκών; οὐκ ἐν εἰκόνι ἀνήγοντο πρὸς τὴν τῶν ἐπουρανίων θεωρίαν; οὐκ ἐν εἰκόνι διαπορεύεται πᾶς ἄνθρωπος, Δαυϊτικῶς εἰπεῖν; οὐκ αὐτὸς σὺ ὁ Εἰκονομάχος εἰκὼν Θεοῦ, καὶ κατὰ ἰδέαν πατρῷαν γεννηθεὶς, καὶ εἰκονικῶς ἐν πίνακι ἐγγραφόμενος; ἢ μόνος σὺ ἀνεξεικόνιστος, ὡς οὐκ ἄνθρωπος, ἀλλ᾽ ἀμβλωθρίδιος· καὶ διὰ τοῦτο καὶ τοὺς ἁγίους οὕτως οἰόμενος; Ἀλλ᾽ ἵνα μᾶλλον ὁ περὶ τοῦδε λόγος πίστωσιν δέξοιτο· παρεὶς τὸ οἴκοθεν δογματίζειν, αὐτοὺς προστήσεται τοὺς τῆς οἰκουμένης λαμπτῆρας, ἀποκρινομένους σοι πρὸς τὴν ἐρώτησιν. Γρηγόριος ὁ Νυσσεύς· « Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους· καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον· ἐναργῶς τῆς τέχνης ὑπ᾽ ὄψιν ἀγούσης τὴν ἱστορίαν. » Ὁ Χρυσόστομος· « Ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας ἕνεκεν πεπληρωμένην. Εἰδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα Βαρβάρων στίφη· εἶδον πατούμενα Βαρβάρων φῦλα· καὶ τὸν Δαβὶδ ἀληθεύοντα· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Κύριλλος Ἀλεξανδρείας· « Εἶδον ἐγὼ κατὰ τοίχου γραφὴν, ἐναθλοῦσαν τοῖς σκάμμασι κόρην· καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν κατώπτευσα. » Γρηγόριος ὁ Θεολόγος·

Τῆς δ᾽ ἦν ὑπερκύπτων Πολέμων ἐν εἰκόνι.
Ταύτην ἰδοῦσα (καὶ γὰρ ἦν σεβασμία),
Ἀπῆλθεν εὐθύς· καὶ θέας ἡττημένη,
Ὡς ζῶντ᾽ ἐπαισχυνθεῖσα τὸν γεγραμμένον.

Βασίλειος ὁ μέγας· « Ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι· τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις· ἀμαυρότερον παρ᾽ ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. Ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος νενικημένος γραφῇ. Χαίρω τῇ τοιαύτῃ τῆς ὑμετέρας ἰσχύος σήμερον νίκη ἡττώμενος· ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ᾽ ὑμῶν γραφομένην τὴν πάλην. Ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος. Κλανσάτωσαν δαίμονες καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι· φλεγομένη πάλιν, αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω. » Ὁρᾶς ὅπως ὁ μὲν προτίθησι τῆς λογογραφίας τὴν ζωγραφίαν· ἐν ᾗ ἡλίκη ἡ ἐκθείασις, ὡς καὶ κλαίειν τοὺς δαίμονας· ὁ δὲ πηλίκως πῶς σεβαστὴν τὴν εἰκονουργίαν κέκληκεν, ὡς ἑταιρίδος σωφρονισμὸν ὑπάρξασαν; Εἶτα πάλιν πῶς ὁ ἕτερος οὐκ ἄδακρυς ἐκ τῆς γραφικῆς θέας ἄπεισιν, ἐν τῇ γραφῇ ἀθλοῦσαν βλέπων τὴν μάρτυρα; Πάλιν πῶς ὁ ἄλλος ἠγαπημένην καλεῖ τὴν κηρόχυτον γραφὴν, ὡς ἐν αὐτῇ ἰδὼν τὰ πρωτότυπα; Ἔπειτα καὶ ὁ μετ᾽ αὐτοὺς, πῶς οὐδ᾽ αὐτὸς ἐκ τῆς γραφῆς τῆσδε ἄδακρυς ἄπεισιν, ὡς αὐτὴν ὑπολαβὼν τὴν αὐτοψίαν; Ἴδε ὅσα τὰ ὀνησιφόρα· σκόπησον πηλίκα τὰ ὠφέλιμα. Καὶ ἐπειδὴ ἐρωτήσας ἤκουσας, οὐ παρὰ τοῦδε καὶ τοῦδε σμικρῶν ἀνθρώπων καὶ οὐδαμινῶν, πρὸς αὐτῶν δὲ τῶν πνεύματι φθεγξαμένων Θεοῦ, καὶ βροντώντων τὴν ὑπ᾽ οὐρανὸν, φράσον καὶ τὸ συμπέρασμα τοῦ λόγου, ὦ δογματιστά. Ἀλλ᾽ εὔδηλον ὡς ματαία ἡ τοιαύτη ἐπίνοια, καὶ διαβολικῆς μεθοδείας εὕρεμα. Εὔκαιρον ἐνταῦθα ἐκβοῆσαι μέγα· Ἐκστηθι, οὐρανὲ, ἐπὶ τούτῳ· ὅτι ματαίαν ἐπίνοιαν, καὶ εὕρεμα μεθοδείας διαβόλου τὰ παρὰ τῶν θεοφόρων ἱερὰ δόγματα ἐκπέφασται. Ἀλλ᾽ οὐχ οὕτως, ὦ πλάνων μέγιστε· τοὐναντίον δὲ ἐπὶ σοὶ ἀναθετέον τὰ τῆς γλώττης σου ἀμαρύγματα. Ἐπεὶ οὖν τέλος ἔχει τὸ ὕφος· ἐκεῖνο βούλομαί σε, ἀδελφὲ, εἰδέναι, ὅτι ἅσπερ προφέρουσι χρήσεις οἱ Εἰκονομάχοι· αἱ μὲν προδήλως αἱρετικῶν· οὐ γὰρ ἔστιν, οὐκ ἔστι, μὴ οὐχὶ παρυφίστασθαι τῇ ἀληθείᾳ τὸ ψεῦδος, ὡς καὶ τῷ σίτῳ τὰ ζιζάνια· αἱ δὲ Πατέρων ἁγίων, στρεβλῶς ὑπὸ τῆς ἐσκοτισμένης αὐτῶν διανοίας ἐκλαμβανόμεναι· αἱ δὲ παντάπασιν ἀλλόκοτοι, τὰ κατὰ εἰδώλων τῇ εἰκόνι Χριστοῦ ἀνάπτουσαι· ὧν οὐ δεῖ ὡς ἔτυχε προσίεσθαι φωνὴν, οὔτε μὴν συναίρειν λόγον αἱρετικοῖς παρὰ τὴν ἀποστολικὴν νομοθεσίαν. Τὸ λοιπὸν, σώζοιο, τέκνον· καὶ μὲ σώζεσθαι προσεύχου.

· Contents ·