Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 37: To the Brotherhoods Scattered Everywhere

ΛΖ΄. — Θεόδωρος ταῖς πανταχοῦ διεσπαρμέναις ἀδελφότησι.

Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Δίκαιον γὰρ ἀπὸ φωνῶν ἀποστολικῶν τοῖς διὰ Χριστὸν δεδιωγμένοις ἐπιφθέγγεσθαι. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἀνοίξας ἡμῖν τοῖς ταπεινοῖς θύραν, καίπερ τηρουμένοις ἀσφαλῶς, τῇ διὰ τοῦ γράμματος ὁμιλίᾳ συναφθῆναι ὑμῖν τοῖς ἠγαπημένοις ἀδελφοῖς ἡμῶν. Ὄντως ὁ Λόγος τοῦ Θεοῦ οὐ δέδεται· κἂν δεσμεῖν οἱ κρατοῦντες οἴωνται· ὄντως μέγα ὀφείλομεν χαίρειν· ὅτι ὁρῶμεν ἐν ἡμῖν αὐτοῖς τοῖς ἁμαρτωλοῖς τὰς ἐκβάσεις τῶν θείων προῤῥήσεων. Δεῦτε, εἴπωμεν, ἀδελφοὶ, μετὰ τοῦ Ἀποστόλου· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις; ἢ στενοχωρία; ἢ λιμός; ἢ διωγμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; Μὴ γὰρ δι᾽ ἑαυτὸν μόνον ταῦτα εἴρηκεν, ἀλλ᾽ οὐχὶ καὶ ὑπὲρ ἡμῶν· ἵνα καὶ ἡμεῖς τοιαύτῃ διαθέσει τὰ πρὸς Θεὸν ἔχωμεν, ὥστε μὴ ἐκκακῶμεν ἐν οἷς ἐσμεν θλιβεροῖς· ἀλλ᾽ ἀγαπῶμεν καὶ τὰ ἐλλείποντα παθήματα ὑποῖσαι μετὰ χαρᾶς; χαρὰ γάρ ἐστιν ἀνεκλάλητος ὑπὲρ Χριστοῦ καὶ μετὰ Χριστοῦ πάσχειν· καθὼς ἔδειξαν οἱ ἅγιοι πάντες μέχρι Θαδδαίου τοῦ ἡμετέρου μάρτυρος, καὶ οὕτινος ἄλλου ὁμολογητοῦ μετόπισθεν ἀπάραντος, ἢ ἐκ φυλακῆς, ἢ ἔκ τινος ἄλλου φυγαδείας τόπου, καλῇ προθυμίᾳ καὶ ἀξιοδιώκτῳ πράξει.

Γενοίμεθα, ἀδελφοί μου, καὶ ἡμεῖς μάρτυρες τοιουτοτρόπως· ἐν τῷ ἀεὶ παρεσκευάσθαι συλληφθῆναι, ὁμολογῆσαι, φραγελλωθῆναι, ἀποθανεῖν. Τοῦτό ἐστι καθ᾽ ἡμέραν μαρτυρεῖν· τοῦτο καθ᾽ ἡμέραν ἀποθνήσκειν· ἐξ οὖ καθαίρεσθαι συμβαίνει τὴν ψυχήν· ἀναχωρεῖν τῶν παθῶν· ἐγγίζειν τῷ Θεῷ· μισεῖν κόσμον· φαντάζεσθαι οὐρανὸν, τὰ εἰς αἰῶνας ἀποκείμενα ἀγαθά· ἀλλ᾽ οὖν καὶ σκυθρωπά. Οὐδὲ γὰρ ἂν ἡ τοιαύτῃ παρασκευὴ δίδωσι σχολὴν τῷ νῷ φιληδονεῖν, καὶ διακεῖσθαι προσπαθῶς ὧδε κἀκεῖσε· ἀλλὰ νευροῖ μᾶλλον τὴν καρδίαν· κατανύσσει δακρυῤῥοεῖν τοὺς ὀφθαλμούς· ἐφίεσθαι τὴν ἀπὸ σώματος ἔξοδον ὡς ἔκ τινος δεσμωτηρίου ἐπαχθοῦς. Σκοπῶμεν οὖν λοιπὸν ὁποῖοί ἐσμεν, καὶ εἰ οὕτως, εἴγε μάλα· εἰ δ᾽ ἄλλως, ἐπαναγώμεθα, καὶ καθαιρώμεθα. Φεύγωμεν τὸν ἀνήμερον δράκοντα διάβολον· τὰ πεπυρωμένα τῆς πικρᾶς καὶ θανασίμου ἐπιθυμίας βέλη. Οὐκ ἔστιν ἡδονὴ, ἀλλ᾽ ὀδύνη· οὐχ ἡδύτης, ἀλλὰ χολή· οὐκ εὐπάθεια, ἀλλὰ δυσμένεια, δουλεία, φθορὰ, δαιμονισμὸς, ἀλλοίωσις τῆς κατὰ φύσιν ἕξεως. Ἐπεὶ εἰ καλὴ καὶ ἡδεῖα, πῶς οὓς ἕλῃ, εὐθὺς δείκνυσι μωροὺς, κτηνώδεις, ἠσχυμμένους, δουλοπρεπεῖς, δυσελπίστους, ἐκλελυμένους, ὑποδίκους θανάτου αἰωνίου; Ὥστε φαρμακεύει ἐξιστῶσα καὶ ἀλλοιοῦσα, οὐκ οὖσα ὡς ὑποτίθεται καὶ ἀρχιφάρμακος, καθάπερ τοὺς δαιμονῶντας, οὐ συνιόντας ὃ ὑφίστανται, εἰ μὴ μετὰ τὴν ἀνάνηψιν. Βλέπωμεν οὖν λοιπὸν, ἀγαπητοὶ, τὰ καταγώγια ἡμῶν, τὰς ἀναστροφὰς ποῦ καὶ μεθ᾽ οὖ. Καὶ εἰ βλαβερὸν ἐκεῖ μεταστατέον. Καὶ εἰ μετὰ σκανδαλίζοντος, ἐκκοπτέον. Καὶ εἰ οὐ μετ᾽ οὐδενὸς, προσληπτέον· ἐπείπερ ἀρατὸν τὸ μεμονωμένον, ἕως ἂν ἀναγκαῖος τρόπος οὐ πάρεστι. Τηρητέον τἄλλα, τὴν βρῶσιν, τὴν πόσιν, τὸν ὕπνον, τὴν ἐργασίαν· ὡς ἂν τὰ πάντα στάθμια δυνατοῦντα τὸ σῶμα ὑπουργεῖν ταῖς ἐντολαῖς, ἀλλ᾽ οὐκ ἐξαγριοῦντα κατεξαναστῆναι τῆς ψυχῆς. Πῶλός ἐστιν· ἐὰν ὑπερμαζῇ, ἀτακτεῖ, φέρει κάτω τὸν ἀναβάτην νοῦν. Ἀφ᾽ ἡμῶν καὶ τὰ ὑμῶν ἐξηγοροῦμεν· ἐπεὶ πάντες ἄνθρωποι τὰς ἡνίας τοῦ αὐτεξουσίου ὁμοίως πρὸς Θεοῦ εἰληφότες αὐτοκρατορικῶς· κἂν ἀεὶ πόλεμος, ψυχῆς καὶ σώματος ἀντικαθεζομένων.

Ὁ μὲν δὴ περὶ τούτου λόγος ἐχέτω ταῦτα. Τί δὲ τὰ ἐξῆς; Ἡ πίστις ἀκλινὴς, ἀπερίτρεπτος, καθὼς παρέδωκα ὑμῖν, καὶ παρέλαβον παρὰ τῶν ἁγίων· μᾶλλον δὲ ἀμφότεροι ἀφ᾽ ἑνὸς καὶ τοῦ αὐτοῦ πνεύματος. Χριστὸς οὐ Χριστὸς, εἰ μὴ ἐγγράφοιτο. Ἅμα γὰρ εἰπεῖν Χριστὸν. ἐννοεῖν ἔστι τὸ τῆς σωματώσεως αὐτοῦ μυστήριον. Οὐ γὰρ ἂν Χριστὸς λέγοιτο γυμνὸς σώματος ὁ Λόγος, ἐννοούμενος. Ἐπεὶ δὲ σὰρξ ὁ Λόγος, σαρκὶ δηλονότι καὶ περιγράφοιτο· καὶ τῷ Χριστὸς ὀνόματι, καὶ τὸ τῆς περιγραφῆς συνεισήνεκται καὶ συνεπινενόηται ἰδίωμα. Ὥστε οἱ μὴ λέγοντες αὐτὸν γράφεσθαι, ἤγουν εἰκονίζεσθαι ἄσαρκον αὐτὸν ὑπολαμβάνουσι. Καὶ πόῤῥω τῆς αὐλῆς Χριστοῦ· κἂν Πέτρος εἶεν, κἂν Παῦλος· ὡς αὐτὸς Πέτρος καὶ Παῦλος ἀπέφηνε πρὸς ἀσφάλειαν ἡμετέραν. Οὐχ ὅτι τις τῶν ἀποστόλων, ἢ τῶν μετ᾽ αὐτοὺς ἁγίων, εἴρηκε μὴ περιγραφόμενον σώματι Χριστὸν, ἄπαγε! ὡς οἱ δυσσεβεῖς τὰ νόθα προφέροντες λέγουσι. Ταύτην τὴν εἰλικρινῆ πίστιν κατέχωμεν, ὦ ἀδελφοί· τήνδε τὴν καλὴν ὁμολογίαν ὁμολογῶμεν, μηδ᾽ ὅλως παραφερόμενοι. Ἀρνησίχριστοι οἱ μὴ οὕτως ἔχοντες· Χριστομάρτυρες οἱ ἐνιστάμενοι, μετὰ τῶν τεσσαράκοντα, μετὰ τῆς ἀπ᾽ αἰῶνος ἀθλητικῆς ὁμηγύρεως. Οὐά· ὑπὲρ τοῦ μὴ ἀπογεύσασθαι ὑείων κρεῶν τὸ τηνικαῦτα παρανόμως τοὺς Μακκαβαίους μαρτύριον· καὶ σὺ ὑπὲρ τοῦ μὴ ἀρνήσασθαι Χριστὸν ἐγγεγραμμένον πανθάνων, οὐ μάρτυς; Ἰωάννης ὁ Πρόδρομος ὑπὲρ ἐλεγμοῦ ἀληθείας τῆς πρὸς Ἡρώδην τυμπανισθεὶς, μαρτύρων διάκοσμος· καὶ σὺ οὐκ ἐν μάρτυσι θνήσκων ὑπὲρ Χριστοῦ; Μηδεὶς ὑμᾶς ἐξαπατάτω κενοῖς λόγοις· δι᾽ οὖς ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.

Μάρτυς ἀπαράγραπτος ὁμολογῶν· καὶ τοσοῦτον, ἐφ᾽ ὅσον καὶ πλεονάζει τοῖς παθήμασι. Μὴ σαλευέτω ὑμᾶς ἡ ἐπικράτησις τοῦ διωγμοῦ· οὔπω ἐπολυετήσαμεν κατὰ τοὺς προλαβόντας ὁμολογητάς· οὔπω ἐπυρώθημεν τῷ διαρκεῖ περὶ τῆς δοκιμωτάτης πείρας· ἔτι μόλιβδος ἐμμιγής· ἔτι ῥυτὶς ἁμαρτητική. Σὺ τίς εἰ ὁ ἐμβατεύων ἐν τοῖς τῶν ἀθεωρήτων κριμάτων βάθεσιν; Ἃ προσετάγη σοι, ταῦτα διανοοῦ. Τὸ ἐπαγγελθὲν σπέρμα, ἐν εὐλογίᾳ Θεοῦ, Ἀβραὰμ κληρονομεῖν τὴν ἁγίαν γῆν, τετρακόσια τριάκοντα ὑπὸ χεῖρα Φαραὼ προδεδουλῶσθαι ᾠκονόμησε Θεός. Ὁ Χριστιανισμὸς ἀπ᾽ ἀρχῆς τοῦ κηρύγματος τῶν ἀποστόλων ὑπὲρ τὸ διακοσιοστὸν ἔτος, μέχρι τοῦ Κωνσταντίνου τοῦ πρώτου βασιλέως Χριστιανῶν, ἐν διωγμῷ βρέμοντι. Οἱ μετέπειτα, ὑφειμένως μὲν, ὅμως μακροετίζοντες· πάρεξ τοῦ κατὰ Ἰουλιανὸν τὸν ἀποστάτην. Παῦλος ὁ μέγας τριακονταπέντε ἔτεσι διωκόμενος, καὶ καθημέραν ἀποθνήσκων· καὶ σὺ ἐν πέντε χρόνοις ἠτονηκώς; Κλήμης ὁ πολύαθλος εἰκοσιοκτὼ ἔτεσι μαρτυρῶν· καὶ σὺ ἀχανιῶν ἐν βραχέσι; Ποῦ μοι καιρὸς τὰ τῶν ἄλλων μαρτύρων λέγων; Οὐκ ἤκουσας τὴν ὑπομονὴν Ἰώβ; Οὐχὶ πεντεκαίδεκα ἔτη, ἢ καὶ πρὸς, ἕλκει πονηρῷ ἐβασανίζετο· πρὸς τοῖς ἐπενεχθεῖσιν αὐτῷ ἄλλοις τραγωδήμασι; καὶ ταῦτα οὐ συνειδώς τι πεπραχέναι τῶν ἀριστερῶν· μᾶλλον μὲν οὖν γε καὶ τῶν λίαν δεξιῶν. Ἀλλὰ τί αὐτῷ ὁ χρηματισμός; « Ἵνα δίκαιος, φησὶν, ἀναφανῆς. » Οὕτω καὶ νῦν κοσκινίζει ἡ Πρόνοια οἱονεὶ τοὺς παρόντας· ἵνα τὰ ζιζάνια ἔτι ἐκριφῇ· ἵνα ὁ σῖτος ἐναπομείνῃ καθαρός.

Οὐκ ἀκούεις τί λέγει τῷ Ἱερεμίᾳ; Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον· καὶ σκέγαι εἰ δοκίμιόν ἐστι καθὼς ἐγὼ ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Ἐνέγκωμεν ἔτι, ὦ γενναῖοι στρατιῶται Χριστοῦ. Αἱ ἡμέραι ὡσεὶ σκιαὶ παράγουσι· κἂν οἱ διώκοντες ἐπιμένειν οἴωνται. Εἰ ἐμὲ ἐδίωξαν, φησὶ, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν· Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομα μου· ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Ἐπ᾽ ἀληθείας γὰρ οὐκ οἴδασιν, ὅτι Ὁ Θεὸς καὶ Πατὴρ ἔπεμψε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον· ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ· ἵνα τὴν οἰκουμένην τῷ ἰδίῳ Πατρὶ κατακτήσηται. Ἡ γὰρ ἂν οὐκ ἂν ἠρνοῦντο αὐτὸν ἐγγράφεσθαι· οὐδεὶς γὰρ ἐκ γυναικὸς γεννώμενος, ἀνεικόνιστος, εἰ μηδ᾽ ἂν εἶεν ἔκτρωμα. Οὕτω τοιγαροῦν, ἀδελφοὶ, καταρτίζωμεν ἑαυτούς. Καὶ οὕτω παρακαλούμεθα τοῖς λόγοις τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ἀναμένοντες τὴν ἀνταπόδοσιν. Ἀλλ᾽ οἴδατε οἷος ὁ Λεόντιος· εὐνούχων γένος, οὐ μόνον ἄτιμον, ὥς τις τῶν θεοφόρων εἴρηκεν, ἀλλὰ καὶ ἀρνησίχριστον· καὶ οὐδ᾽ οὕτως ἀρκούμενον, ἀλλὰ καὶ ἀγρίως τιμωρούμενον ἀδελφοὺς ἡμῶν. Ὁ πρὶν μαθητὴς, νῦν ἀρνητὴς Ἰουδαΐζων· ὁ ἐν ἀδελφοῖς ὑπερέχουσι, κατὰ τῶν ἀδελφῶν ὑπὲρ ἅπαντας τοὺς δικάζοντας· ὁ μὴ λέγων ἁπλῶς εἰκόνα, ἀλλὰ ἁγίαν εἰκόνα, Χριστοῦ τυχὸν, τῆς Θεοτόκου, ἢ τινοσοῦν τῶν ἁγίων· ἄρτι ἐστὶ καίων, καθαιρῶν, ὡς θὴρ μαινόμενος βλασφημῶν. Ἐξ οὖ καὶ τῷ κρατοῦντι φιλούμενος, καὶ τῶν μοναστηρίων ἡμῶν ἄρχων, καὶ πάντα πράττων ὁ τάλας εἰς Χριστοῦ ὕβριν. Ἀλλ᾽ οὐαί μοι! ἐμὰ γὰρ τὰ ἐκείνου κωμῳδήματα. Ὅμως ὅτι τῷ κατὰ σάρκα φύσαντι ὅμοιος· ἐπεὶ κἀκεῖνος ἐν τοῖς πάλαι καιροῖς ἀκροθίνιον ἀσεβείας, ὥσπερ καὶ τοῦ Ἑρμίου. Ἄμφω γὰρ δαιμονῶσι· καὶ οὐ μίγει ὁ Θεὸς κορώνην καὶ περιστεράν· ἀλλὰ τὰ ὅμοια τοῖς ὁμοίοις. Ἐκεῖνοι μὲν οὕτως. Καὶ δοίη αὐτοῖς Κύριος ἐπίγνωσιν ἀληθείας, ἐζωγρημένοις ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα. Ὑμᾶς δὲ Χριστὸς σὺν οἷς ὁ ἀποστάτης κολάζει, στηρίξειε, δυναμώσειε, κρατύνοιεν, ὑπενεγκεῖν ἔτι, πεινῶντας, διψῶντας, γυμνητεύοντας, κολαφιζομένους, ἀστατοῦντας, κοπιῶντας, λοιδορουμένους, διωκομένους, βλασφημουμένους, ὡς περικαθάρματα ὄντας τοῦ κόσμου, πάντων περίψημα, κατὰ Παῦλον τὸν μέγαν, μεθ᾽ οὖ εἶεν καὶ ἡ μερὶς ὑμῶν. Ἀδελφοὶ, προσεύχεσθε περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα σωζοίμεθα· ἀξιούμενοι πάντων τῶν ἐνισταμένων τοῦ ἐσχάτου βαθμοῦ. Ἀσπάζεται ὑμᾶς ὁ σὺν ἐμοὶ ἀδελφὸς Νικόλαος. Ἡ χάρις τοῦ Θεοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.

· Contents ·