Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 38: To the Brotherhoods Scattered Everywhere

ΛΗ΄. — Θεόδωρος ταῖς πανταχοῦ διεσπαρμέναις ἀδελφότησιν.

Χαίρετε, ἐπιπόθητοί μου ἀδελφοὶ καὶ Πατέρες, ὅτι χαρᾶς εὐαγγέλια. Πάλιν ἠξιώθημεν οἱ ἀνάξιοι ὁμολογῆσαι τὴν καλὴν ὁμολογίαν· πάλιν ἠκίσθημεν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἀμφότεροι. Καὶ γὰρ καὶ ὁ ἀδελφὸς Νικόλαος ἐνήθλησε κάλλιστα καὶ πιστότατα. Εἴδομεν ἐκ σαρκῶν ἡμῶν κενούμενα ἐπὶ γῆς αἵματα οἱ ταπεινοί· ἐθεασάμεθα μώλωπας, ἰχῶρας, τὰ τούτοις ἀκόλουθα. Οὐ ταῦτα χαρᾶς; οὐ ταῦτα ἀγαλλιάσεως ψυχικῆς; Ἀλλὰ τίς εἰμι ἐγὼ ὁ τάλας, σὺν ὑμῖν τοῖς ἀξίοις Χριστοῦ ὁμολογηταῖς ἐνταγῆναι, πάντων ἀνθρώπων ὢν ἀχρειότερος; Τὸ δὲ αἴτιον οὖ χάριν τὸ συμβὰν, ἡ πάλαι κατήχησις ἣν ἐπὶ χεῖρας δεξάμενος ὁ κρατῶν, πέπομφε πρὸς τὸν στρατηγοῦντα, παραγενέσθαι ἐγκελευσάμενος τὸν τῆς κόρτης κόμητα πρὸς ἡμᾶς· ὃς ἐληλυθὼς σὺν ἄρχουσι καὶ στρατιώταις ἐν ἀωρίᾳ, καὶ περιστοιχίσας τὸ οἰκίδιον ἐν ῷ ἦμεν ἀθρόως μετὰ κραυγῆς, ὡς ἐπί τι θηράσιμον εὕρεμα· ὀρυκτῆρσι κατέαξαν τὸ ἀνάφραγμα τάχιστα· εἶτα ἐξήνεγκεν, ἀνέκρινεν, ὑπέδειξε τὴν κατήχησιν.

Ὡμολογήσαμεν ἡμεῖς αὐτὴν πεποιηκέναι, ὡς ὁ Θεὸς ἠθέλησεν. Ὁ μὲν ἓν ἐζήτει μόνον, ἐλθεῖν ἡμᾶς εἰς τὸ τοῦ βασιλέως θέλημα. Εἴπομεν ὅπερ ἀπήτει ἡ ἀλήθεια. Μὴ γένοιτο! οὐκ ἀθετοῦμεν τὸν Θεὸν ἡμῶν· ὅσα τε ἄλλα ἦν ἀκούοντας ἀνταποκρίνασθαι. Ἐν τούτοις ἔδειρε βαρέως· καὶ ὁ μὲν ἀδελφὸς οὐδὲν τοιοῦτον μετὰ τὴν εὐθὺς κάθειρξιν καὶ ἀναγραφὴν δεινὸν ἐν πόνοις ὑπέστη. Ἐγὼ δὲ ὁ ταπεινὸς καὶ σαθρὸς, πυρετοῖς λαύροις συσχεθεὶς, καὶ πόνοις δυσυποίστοις, μικροῦ δεῖν ἐξηπορήθην καὶ τοῦ ζῇν· ὅμως ὁ ἀγαθὸς Θεὸς κατὰ μικρὸν ἐλεῶν ἠλέησέ με· συνυπουργοῦντος καὶ τοῦ ἀδελφοῦ ἐν τοῖς καθήκουσι· κἂν ἔτι αἱ πληγαὶ ἐπιμένωσι μὴ λαβοῦσαι τελείαν ἴασιν. Ταῦτα μὲν ἐν τούτοις· καὶ ἐξηγόρησα ὑμῖν τὸ πάθος· εἰδὼς ἐφιεμένους μαθεῖν εἰς συνάλγησιν. Τί οὖν ἐπειδὴ τὰ τοιαῦτα; Καὶ ἡ ἀπειλὴ δεινοτέρα· καὶ ἡ ἀσφάλεια κραταιοτέρα. Δαρμοὶ γὰρ καὶ ἐπὶ τοὺς φύλακας, καὶ ἐπὶ τὸν παραφύλακα. Τοῦ μὴ γρύξαι ἡμᾶς, μὴ ὅτι γε καὶ γράφειν τινί. Ὑποπτήξομεν ἄρα καὶ ἀποσιωπήσομεν, πειθαρχοῦντες τῷ φόβῳ ἀνθρώποις καὶ οὐχὶ Θεῷ; Οὐμενοῦν. Ἀλλ᾽ ἕως ἂν ἀνοίγῃ ἡμῖν θύραν ὁ Κύριος, οὐ παυσόμεθα τὸ δέον ἀποπληροῦν κατὰ τὸ ἐφικτὸν ἡμῖν, φοβούμενοι καὶ τρέμοντες τὸ ἐπηρτημένον τῆς σιωπῆς κρῖμα. Ἐὰν ὑποστέλληται, φησὶν, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Καὶ πάλιν ὁ Ἀπόστολος· Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.

Διὰ τοῦτό μοι καὶ ἡ παροῦσα ἐπιστολὴ πρὸς μὲν πάντας τοὺς διεσπαρμένους ἀδελφοὺς, καὶ διαφέροντας τὸν διωγμὸν θλιπτικῶς· ἐξαιρέτως δὲ εἰς ὑμᾶς τοὺς ὁμολογητὰς Χριστοῦ. Ἐνέγκωμεν, ἀδελφοί μου ἀγαπητοὶ, ἔτι μᾶλλον δυναμούμενοι, ἀλλ᾽ οὐ καταπτήσσοντες ἐν τοῖς παθήμασι. Σάρκες εἰσί. Μὴ φεισώμεθα· ὑπὲρ Χριστοῦ βασανιζόμενοι, ἀγαλλιώμεθα. Ὁ περισσεύων ἐν τοῖς πόνοις, χαιρέτω μᾶλλον, ὡς πλεονεκτῶν ἐν τοῖς μισθοῖς· ὁ δειλαινόμενος μαστίγων ἐνεγκεῖν πόνους, διὰ τοῦτο ἀποσειέτω τὸ δέος, τὰς αἰωνίους ἀνίας ἐννοούμενος. Αἱ γὰρ πληγαὶ αὐτῶν πρὸς ἐκείνας, ὅναρ, βέλη νηπίων. Ναὶ δέομαι, ἀντιβολῶ· γλυκανθῶμεν ἐν τοῖς ὑπὲρ Χριστοῦ ἀλγήμασι· κἂν λίαν ὀδυνηρὰ κατὰ σάρκα. Ἀναθεωρῶμεν τὰ μέλλοντα καὶ μένοντα· ἀλλὰ μὴ τὰ παρόντα καὶ παρερχόμενα. Ποθήσωμεν τὸ αἷμα ἡμῶν μίξαι τῷ τῶν μαρτύρων αἵματι· τὸ μέρος ἡμῶν τῇ τῶν ὁμολογητῶν μερίδι· ἵνα χορεύσωμεν σὺν αὐτοῖς αἰώνια. Τίς φρόνιμος; τίς σοφός; τίς καλὸς πραγματευτὴς, δοῦναι αἷμα καὶ λαβεῖν πνεῦμα· καταφρονῆσαι σαρκὸς καὶ ἐπιτυχεῖν βασιλείας Θεοῦ; Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτὴν, εἶπεν ὁ Κύριος· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ αἰῶνι τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐνωτισθῶμεν τοὺς λόγους αὐτοῦ· ἀκολουθήσωμεν αὐτῷ. Ὅπου ἐγώ εἰμι, φησὶ, ἐκεῖ ἔσται καὶ ὁ διάκονος ὁ ἐμός. Ποῦ ἐκεῖνος; Ἐπὶ σταυροῦ· καὶ ἡμεῖς οἱ ταπεινοὶ, ὡς μαθητιῶντες αὐτῷ, ἐκεῖ. Παρακαλῶ ὑμᾶς ἀνέχεσθαι τοῦ λόγου τῆς παρακλήσεως. Καὶ γὰρ διὰ βραχέων ἡ ἐπιστολή. Γινώσκετε ἡμᾶς τοὺς ἁμαρτωλοὺς χαίρειν, ἀλλ᾽ οὐκ ἀθυμεῖν, ἕως ἂν ὑμεῖς μόνον στήκετε ἐν Κυρίῳ. Ἀσπάζεται ὑμᾶς Νικόλαος ὁ σύγκλειστος καὶ σύμπονος καὶ συστρατιώτης μου, ὑμῶν δὲ ἀδελφὸς ἀληθέστατος. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ, οἱ ἀθληταὶ τοὺς συναθλητὰς, οἱ δεδιωγμένοι τοὺς δεδιωγμένους· οἱ πάντες τοὺς φιλοῦντας ὑμᾶς ἐν πίστει. Εἰ τις οὐχ ὁμολογεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐγγραφόμενον σώματι, ἤτω ἀνάθεμα ἀπὸ τῆς Τριάδος. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν. Ἀμήν.

· Contents ·