Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 39: To Athanasius, His Son

ΛΘ΄. — Ἀθανασίῳ τέκνῳ.

Πρὸς τοῖς ἄλλοις καὶ τοῦτο ἡμῖν ἀγαθὸν ἐν ταῖς ἡμέραις ταύταις ἀγωνιζομένοις ὑπὲρ ἀληθείας Θεοῦ, συχνότερον τῆς παρ᾽ ἀλλήλων φωνῆς διὰ τοῦ γράμματος ἀκούειν, καὶ ἀνακοινοῦσθαι τὰς ἐν καρδίᾳ διαθέσεις. Ὁρᾶς γὰρ, ἀδελφὲ ἠγαπημένε, ὅπως ὡσανεὶ ἐφημερίδες αἱ ἐπιστολαὶ ὑπάρχουσι, συνάπτουσαι ἡμᾶς φιλικώτερον. Ἴδε πόσα καλὰ ὁ ὑπὲρ Χριστοῦ διωγμὸς παρέσχετο· καὶ ἔτι παράσχοιεν· ἐπὰν θερμοτέρους ἡμᾶς πρὸς τὸ ἑξῆς λάβοιεν, μηδὲν ὑποπτήσσοντας τῶν ἀνθρωπίνων. Ἀλλὰ γλιχομένους τὰ θεομίμητα ὑποίσειν παθήματα, δι᾽ ἃ ὧδε κἀκεῖσε φερόμενος καὶ αὐτὸς ἀθλεῖς. Ἀλλ᾽ εὖ ἔσται τοῖς βοηθοῦσι καὶ συνδιαφέρουσί σοι τὰ ἀγωνίσματα· οἷς καὶ καλῶς προαπελογησάμην, καὶ αὖθις δὴ ἀπολογήσομαι.

Ἐπὶ δὲ τὴν ἐρώτησιν μέτειμι, ἐῶν ὑπὲρ ὧν δώρων ἐγκωμιάζεις με, τὰς ἀντιλέξεις ἀποίσειν· ὡς μὴ οἰηθῆναί με συγκαταθέσθαι τοῖς ἐπαίνοις. Εἰμὶ γὰρ ἔρημος παντὸς ἀγαθοῦ. Ὅπου οὖν ὁ μέγας Βασίλειος, τὸ φῶς τοῦ κόσμου, ἀποφήσειε, τίνι τολμητέον ἔχοντι νοῦν ὅλως ἀντιφέρεσθαι; Ἔστι δὲ τοῦτο ἐν τῇ ἐρωτήσει τῶν ἀσκητικῶν, καθὰ ὑπεσημήνω· ἤγουν· « Εἰ χρὴ οἰκονομίας δῆθεν χρησίμου ψεύδεσθαι. » Πρὸς ὅν φησιν· « Ἡ ἀπόφασις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦτο οὐ συγχωρεῖ· ἅπαξ εἰπόντος, ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου ἐστί· διαρορὰν ψεύδους μηδεμίαν ἐμφήναντος. Καὶ ὁ Ἀπότολος δὲ μαρτυρεῖ γράψας, ὅτι Κᾶν ἀθλῇ τις, οὐ στεφανοῦται, εἰ μὴ νομίμως ἀθλήσει. » Ταῦτα μὲν παρὰ τοῦ Πατρός. Ἐφης δὲ προσκεῖσθαι ἐν τῷ κεφαλαίῳ σχόλιον, ὅτι χρησίμου ἕνεκεν ἡ ἐρώτησις, οὐκ ἀναγκαίου· οὐ γὰρ ταυτὸν ἀμφότερα. Καὶ πάλιν ἐν ἑτέρῳ κεφαλαίῳ τὸν αὐτὸν φωστῆρα λέγειν· ὅτιπερ δεῖ τιθέναι τὴν ψυχὴν ὑπὲρ τῶν φίλων μέχρι θανάτου, εἴτε ἁμαρτωλοῦ, εἴτε δικαίου ὄντος τοῦ φίλου. Ὡς ἐντεῦθεν ἀπορεῖν σε καὶ μὴ ψεύδεσθαι ὅλως ἐν ταῖς συμβαινούσαις ἀνάγκαις εἰς θάνατον ἡκούσαις ἀδελφοῦ· καὶ πάλιν τὴν ψυχὴν ὑπὲρ αὐτοῦ τιθέναι. Ἐὰν γὰρ μὴ ψεύσωμαι, φὴς ἀποθνήσκειν τὸν φίλον· καὶ ψευδόμενος οὐκ ἀθλῶ νομίμως καὶ ἐκπίπτω τοῦ Θεοῦ. Τοῦτο οὖν τὸ κεφάλαιον καὶ ἐμοὶ ἠπορημένον ἐστί· δοκῶ δὲ καὶ πολλοῖς. Πειράσομαι δ᾽ οὖν ὅμως, ὡς οἷόν τέ μοι, δοῦναι ἀπόκρισιν τῇ ἀγάπῃ σου, εὐδοκοῦντος Θεοῦ. Ὅτι μὲν οὖν κατὰ τὸ σχόλιον οὐ ταὐτὸν χρήσιμον καὶ ἀναγκαῖον, ἀληθές. Τὸ μὲν γὰρ ἐνδεχόμενόν ἐστιν· οἷον, χρήσιμον δὴ διαλεχθῆναί με τῷ δεῖνι περὶ τοῦδε· ἀλλὰ μὴν κἂν οὐ διαλέξαιμι, ἔστι δυνατὸν ἐπιτυχεῖν τοῦ ζητουμένου. Καὶ πάλιν· χρήσιμόν ἐστιν ἀποστραφῆναι τὸν δεῖνα· ἀλλὰ γὰρ κἂν σήμερον μὴ ἀποστραφῶ, δυναίμην αὐτὸν αὔριον ἀποστραφῆναι. Τοιοῦτόν ἐστι τὸ χρήσιμον, ἤτοι ἐνδεχόμενον. Τὸ δὲ ἀναγκαῖον, ἀπαραίτητόν ἐστι. Τὸ πάντως μὴ ἀμφοτερίζειν. Οἶον· ἐάν εἶμι ἀμύητος, οὐκ ἐνδέχεται μὴ βαπτισθησόμενον σωθῆναί με. Καὶ πάλιν, ἐὰν εἴπω· Δύναμαι μὴ ἀναπνεῖν, καὶ ζῇν· ψεῦδος· ἀναγκαῖον γὰρ τὸ ἀναπνεῖν, οὖ χωρὶς οὐκ ἔστι ζῇν.

Αἱ τοίνυν ἐντολαὶ τοῦ Θεοῦ κατὰ τὸ ἀναγκαῖον παρὰ τοῦ ἀψευδοῦς στόματος διηγορεύθησαν· καὶ ἐξ ἀνάγκης ὀφείλουσι φυλάττεσθαι· οὐ τρεπόμεναι εἰς τὸ πῇ μὲν ἐνδέχεσθαι φυλάττεσθαι, πῇ δὲ, οὔ· ἢ ὑπὸ τοῦδε μὲν, ναί· ὑπὸ τοῦδε δὲ, οὔ· ἢ ποτὲ μὲν, ναί· ποτὲ δὲ, οὔ· ἀλλ᾽ ἀεί· καὶ ἐπὶ παντὸς προσώπου καὶ καιροῦ. Κατὰ τοῦτο εἴρηκεν ὁ μέγας Βασίλειος· « Διαφορὰν ψεύδους μηδεμίαν ἐμφήναντος· » ὡς ὅτι ἐξ ἀναγκαίου ἡ ἀπόφασις· κἂν ἡ ἐρώτησις προετάθη ὡς ἐνδεχομένη. Ταυτὸν γὰρ, ὡς ἔφην, χρήσιμον καὶ ἐνδεχόμενον. Εἶτα τί γενήσεται, καθὰ προέφης, ἐν τῇ συμβάσει τοῦ ἀποθνήσκειν τὸν ἀδελφὸν τῷ μὴ αἱρήσασθαί με ψεύσασθαι; Τοῦτο δὲ οὐκ ἔστι ψεῦδος, ὡς δοκῶ· οἷον μετασχηματίζω εἰς ἐμαυτὸν τοιοῦτόν τι. Ἦλθε κόρη πρός με διωκομένη ὑπό τινος φθορέως, αἰτοῦσα μὴ φανερῶσαι τῷ φθορεῖ ἐρωτῶντι ὅτι με φυλάττοις· ἐπεὶ φθείρει με πάντως. Τοίνυν ἐλθόντος τοῦ φθορέως, καὶ ἀνακρίναντος· ἦλθεν ὧδε κόρη πρός σε; λέγων ἐγὼ, οὔ· οὐ ψεύδομαι· οὐχ ὅτι οὐκ ἔχω τὴν κόρην λογιζόμενος· ἀλλ᾽ ὅτι οὐ ποιήσει τοῦτο ἐγγύς μου τὸ πονηρὸν κατὰ τὸ σιωπώμενον λέξας. Καὶ πάλιν ἄλλο· Παρέθετό μοί τις ξίφος πρὸς τὸ ἀναιρεῖν ἑαυτόν· εἶτα ἐλθὼν ἐπιζητεῖ τοῦτο παρ᾽ ἐμοῦ. Ἐὰν οὖν εἴπω, ὅτι οὐκ οἶδα, οὐδὲ ἔλαβον· οὐ ψευδοεπῶ. Οὐκ οἶδα γὰρ, λέγω, οὐδὲ ἔλαβον πρὸς τὸ ἐπιδοῦναί μέ σοι τὸ ξίφος εἰς θάνατον· ἐπεὶ, ἐὰν εἴπω, ναὶ, ἐφθάρη ἡ κόρη· καὶ ἔσφαξεν ἑαυτὸν ὁ δοὺς τὸ ξίφος· καὶ ἔστι τοῦτο κακόν. Τὸ δὲ κακὸν οὐκ ἐξ ἀγαθοῦ, ἀλλ᾽ ἐκ ψεύδους· πατὴρ γὰρ τοῦ ψεύδους, ὁ τῆς κακίας εὑρετής. Τὸ δὲ μὴ φθαρῆναι τὴν κόρην, καὶ μὴ ἀναιρεῖν ἑαυτὸν τὸν ξιφοδότην, ἀγαθόν· τὸ δὲ ἀγαθὸν, ἡ ἀλήθεια· ὁ Θεὸς γὰρ ἀγαθὸς ὁμοῦ καὶ ἀλήθεια. Εὑρέθη οὖν τὸ δοκοῦν ψεῦδος, ἀλήθεια ὁμολογουμένη εἶναι. Καὶ ἔθηκα τὴν ψυχὴν ἐν τῷ δῆθεν δοκοῦντι ψεύσματι ὑπὲρ τοῦ φίλου· καὶ ἔῤῥωται ἀμφοτέρωθεν ἡ ἐντολή· οὐκ ἐν ψεύσματι, ἀλλ᾽ ἐν ἀληθείᾳ τελειωθεῖσα. Οὐ μέντοιγε εἵνεκα ἑαυτοῦ, ἵνα μὴ ἀποθάνω, τοῦτο ποιεῖν χρή· ψεῦδος γὰρ ὧδε. Οὔτε μὴν ὁμόσαι τὸ καθόλου, οὔτε περὶ ἑαυτοῦ, οὔτε περὶ ἄλλου σωτηρίας· προφανὴς γὰρ ἡ παράβασις. Οὕτω τὸ ἐμοὶ φαινόμενον ἔχει. Ἐπεὶ καὶ ἡ Σάῤῥα εἶπε τῷ Ἀβιμέλεχ, ὅτι Ἀδελφή εἰμι τοῦ Ἀβραάμ. Καὶ ὁ προφήτης Ἰερεμίας τοῖς ἐρωτῶσιν αὐτὸν ἄρχουσι· Τί σοι εἶπεν ὁ βασιλεύς; ἄλλο ἀντὶ ἄλλου ἀπεκρίθη, καθότι ὑπέθετο αὐτῷ ὁ βασιλεὺς, δέει θανάτου, καὶ τότε οἰκείου. Καὶ εἰς τὰ ἀποφθέγματα τῶν Πατέρων ἐμφέρεται τὸ τοιοῦτον. Εἰ δέ τι αὐτὸς παρὰ σεαυτοῦ, ἢ παρ᾽ ἑτέρου εὕροις, φανερῶσαι ἡμῖν μὴ παραιτήσῃ, πρὸς ἐπίγνωσιν ἀληθείας, καὶ φωτισμὸν νοὸς ἡμῶν ἀμυδροῦ. Τὸν συγκακοπαθοῦντά σοι προσαγορεύω. Ὁ σὺν ἐμοὶ προσαγορεύει σε.

· Contents ·