Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 40: To Naucratius, His Son
Μ΄. — Ναυκρατίῳ τέκνῳ.
Εἴωθας ἀεὶ μακρὸν ποιεῖσθαι τὸ τῆς ἐπιστολῆς προοίμιον· πολλὰ ἡμῖν τοῖς ἀναξίοις συμφέρων τὰ ἐγκώμια, οὐκ ὄντα ἀληθῆ, φιλικῆς δὲ διαθέσεως ἐνδείγματα. Ἐγὼ δὲ ἐν βραχέσι. Τί τοῦτο; ἵνα ὑγιαίνοις ἐν Κυρίῳ, ἀδελφέ μου, θερμότερος ἀεὶ γινόμενος τῇ ἀγάπῃ Χριστοῦ ὑποφέρειν τὰ ὑπὲρ αὐτοῦ· ἀλλ᾽ οὐτίπου ὑπολήγειν ἐκ ῥᾳθυμίας. Καὶ εἴη σοι ἔτι ἔξαψις· ὡς ἂν ἐπάδειν σε μετὰ Δαβὶδ τοῦ ἁγίου· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σε, ὁ Θεός. Τοῦτο δὲ ἐνεργῶς ἄδοιεν ἄν τις κεκαθαρμένην ἔχων τὴν καρδίαν, ἢ καθαιρομένην. « Οὗ γὰρ κάθαρσις, ὥς φησιν ὁ Θεολόγος, ἔλλαμψις. » Ὡς μακαρία ἡ ψυχὴ αὕτη, ὑφ᾽ ἧς τὸ πάντα παθεῖν διὰ Χριστὸν ἐπιπόθητον λίαν, καὶ τὸ βδέλυγμα ἡγεῖσθαι ἅπαν σαρκὸς ἔργον. Εὖξαι, ἀδελφὲ, ὀσφρανθῆναί με τῆς εὐωδίας ταύτης, τὸν ὀδωδότα τοῖς πάθεσιν. Οὗτος ὁ πρῶτος λόγος. Ὁ δεύτερος, περὶ τοῦ Ἀνατολίου. Ὡς λυπηρόν μοι τὸ πτῶμα αὐτοῦ· πλὴν ἀπεδεξάμην σου τὴν ἰατρείαν. Ἔτι οὖν ἐπιμελήθητι αὐτοῦ φιλαδέλφῳ διαθέσει. Ὁ τρίτος, περὶ ὧν προέτεινας κεφαλαίων.
Α΄. Ἐὰν ὀρθόδοξος διαβληθεὶς ὡς μὴ κοινωνῶν, ποιήσῃ σταυρὸν, ὅτι Κοινωνῶ· μηδὲν ἕτερον πολυπραγμονηθεὶς παρὰ τῶν αἱρετικῶν· αὐτοῦ δὲ ἔχοντος κρύβδην τῷ λογισμῷ· ὅτιπερ Ἐξ ὀρθοδόξου κοινωνῶν εἰμι· οὐκ οἰκονομία τὸ τοιοῦτον, ἀλλὰ προδοσία τῆς ἀληθείας. Τὸ ἐπιτίμιον ἡμισευμένον πρὸς τὸν ὁλοτρόπως τῇ αἱρέσει κοινωνήσαντα. Πόσον δὲ τὸ τοιοῦτον ἤδη προερωτηθεὶς καὶ ἀποκριθεὶς, περιττόν ἐστι δὶς τὰ αὐτὰ ἐπανακυκλεῖν. Β΄. Ἐάν τις πρὸς πληροφορίαν τῶν ἀσεβῶν ἐπ᾽ ὄψεσιν αὐτῶν ἐνέγκοι κρυπταζόμενον πρεσβύτερον κατὰ τὸ τῆς ὀρθοδοξίας δόγμα, καὶ μηδὲ ἀναφέροντα αἱρετικόν· καὶ πρὸς αὐτοῦ μεθέξοι τῶν ἁγιασμάτων· καὶ οὗτος ὡς προδότης τῆς ἀληθείας, τὸ ἐπιτίμιον ἐχέτω ἐνιαυτὸν ἀποχὴν τῶν ἁγιασμάτων.
Γ΄. Ἐάν τις ὁμόσας μὴ προσκυνεῖν θείαν εἰκόνα, μήτ᾽ αὖ δέξασθαι ὀρθόδοξον μονάζοντα· μετὰ τὴν ὁρκωμοσίαν εἰδὼς τὸ πταῖσμα, μετανοῇ, καὶ προσκυνῇ κρυπτῶς· βαρὺ τὸ πτῶμα· ἤδη ἔξαρνος ἐγένετο Χριστοῦ, τῆς τε Θεοτόκου, καὶ τῶν ἁγίων· τριετῆ χρόνον εἰργέσθω τῶν ἁγιασμάτων, σὺν πολλῇ φιλανθρωπίᾳ.
Δ΄. Ἐάν τις χρίσειε δεδοικὼς εἰκόνα Χριστοῦ, ἢ τινος τῶν ἁγίων· ἐνιαυτὸν εἰργέσθω τῆς κοινωνίας.
Ε΄. Ἐάν τις ἱερεὺς ἀναφέρῃ τὸν αἱρετικὸν δημοσίᾳ· ἰδίᾳ δὲ προσκαλούμενος ὑπό τινος ὀρθοδόξου ἐν εὐκτηρίῳ, στέλλεται ἀναφέρειν τὸν αἱρετικόν· εἰ ἄρα ἐν τῷ τοιούτῳ εὐκτηρίῳ τὸν ἀκριβῆ δεῖ προσεύχεσθαι; Οὐδαμῶς.
Ϛ΄. Ἐάν τις ἐπὶ τῷ οἰκείῳ ἐπιτιμίῳ δύναται κατὰ λόγον προσλαβέσθαι τινὰ εἰς ἐπικουφισμὸν τοῦ ἐπιτιμίου; ἐπὶ μὲν τῆς κοινωνίας, οὐδαμῶς· ἐπὶ δὲ τῶν ἄλλων, οὐκ ἀπόβλητον. Οὔτε δὲ ἐλεημοσύναις δύναιτ᾽ ἂν ὑφαιρεῖν τι τοῦ ὁρισμοῦ ὡς ἀφ᾽ ἑαυτοῦ. Ὁ γὰρ ἐπιτιμιάζων οἶδε πάντως καὶ πρόσωπον, καὶ χρόνον, καὶ τὰ ἐκτὸς δοκιμάζειν πρὸς τὸ ὑφεῖναι. Ὅρῳ γὰρ ἐπὶ τῶν ἐνδεχομένως κειμένων κανόνων περιλαβεῖν τὰ τοιαῦτα οὐχ οἷόν τε, καθὼς αὐτὸς ὁ μέγας Βασίλειος εἴρηκε. Δοὺς γὰρ τῷ ἐπισκόπῳ ἐξουσίαν προσθήκης καὶ ὑφέσεως, οὐκ ἐξ ἀναγκαίου ἤγουν ἀπαραιτήτου τὸν κανόνα ἔθετο, ἀλλ᾽ ἐνδεχομένως· ὥστε ὁ διδοὺς, βλεπέτω πῶς διδοῖ. Κἀγὼ γὰρ ὁ ταπεινὸς οὐχ ὁριστικῶς, ἀλλ᾽ ἐκβιαστῶς, ἤτοι συμβουλευτικῶς, ὡς πολλάκις εἴρηκα, ἀποκρίνομαι πρὸς τὰς προτεινομένας μοι εἴτε ὑπὸ σοῦ, εἴτε παρ᾽ ἄλλου πεύσεις. Τὸ λοιπὸν προσεύχου περὶ τῆς ταπεινώσεώς μου· βοηθῶν τὸ κατὰ δύναμιν τοῖς εἰς τὰ Στουδίου ἐναθλοῦσιν, ἐπείπερ καὶ ὅπουπερ ἂν ἰσχύῃς ἐν Κυρίῳ. Ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε.