Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 41: To Theophilus of Ephesus

ΜΑ΄. — Θεοφίλῳ τῆς Ἐφέσου.

Καὶ τὴν ἱεράν σου συλλαβὴν ἐδεξάμην ὡς βιβλίον θεόγραφον, καὶ τὴν εὐλογίαν συναπεδεξάμην ὡς πόθου ἐμπύρευμα. Καὶ τίς εἰμι ἐγὼ ὁ τάλας τοιαῦτα παρὰ τοῦ ἁγίου σου στόματος εὐφημούμενος, ὁ μηδὲ τοῦ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματός σου ἐπάξιος; Ἴδε ταπεινοφροσύνης θεομιμήτου ἰδιώματα. Σὺ, ὦ μακαριώτατε προπάτορ, μέγας καὶ λαλούμενος, μεγαλυνόμενός τε καὶ ἐπαινούμενος Ἀνατολῇ τε καὶ Δύσει· ὁ τοῦ μεγίστου Ἀποστόλου, εὐαγγελιστοῦ τε καὶ θεολόγου κοσμήσας τὸν θρόνον ἐπάξια, δι᾽ ὧν ἤθληκας, καὶ ἔτι ἀθλεῖς, αἵμασι σαρκός σου ἁγίας λαμπρύνας τὸν βίον, καὶ Χριστὸν ὁμολογῶν ἐγγράφεσθαι ὡς ἐνσώματον, ἀλλ᾽ οὐχὶ ὡς οἱ ἀσεβεῖς ἐξαρνούμενος· ἐπ᾽ ἂν οὐ δέχονται αὐτὸν εἰκονιζόμενον. Ὁ γὰρ οὐκ εἰκονίζεται, οὐδὲ ἐνσώματον. Ἐῶ λέγειν ὅτιπερ καὶ ἄγγελος ὢν ἀσώματος, αἰσθηταῖς εἰκόσιν ὑπὸ τῶν θεολόγων ἀναγράφεσθαι παραδέδοται. Οἱ δὲ καὶ τὸν ἐνσώματον δεσπότην, καὶ τὸν ἀσώματον δοῦλον, προσέτι καὶ τήν τε τοῦ Θεοῦ Μητέρα, σὺν πᾶσι Κυρίου θεράπουσιν, ἤρνηνται ἐγγεγράφθαι, διὰ τῶν εἰκόνων ἀριδήλως συναπαρνούμενοι τὰ πρωτότυπα. Οὐδ᾽ αὐτὸ τοῦτο ἐννοοῦντες, ὅτι τῇ παραδοχῇ τοῦ οἰκείου χαρακτῆρος τὸ κρατεῖν ἔχουσιν· οὐκ ἀφαιρεθέντος ἢ ἀτιμασθέντος, ἀφήρηται δηλονότι καὶ ἠτίμωται αὐτῶν τὸ κράτος. Ἀλλ᾽ ὅμως οὐ βούλονται συνιέναι τοῦ ἀγαθῦναι. Ἐκείνοις μὲν οὖν εἰς κέντρα λακτίζειν ἔστι. Σὲ δὲ ἡ κραταιὰ χεὶρ περιφυλάξειεν εἰς κλέος τῆς ἑαυτοῦ Ἐκκλησίας, ὡς στύλον, ὡς ἐδραίωμα, ὡς πρόμαχον. Καὶ ἴδοιμέν σε οἱ ταπεινοὶ, ἢ ἔνθεν ἐπὶ τὴν Ἀσιάτιδα χθόνα ἐπαναστρέφοντα· ὡς οἱ πάλαι ἀπὸ τῆς ἐν Πάτμῳ φυλακῆς τὸν τοῦ Εὐαγγελίου ἥλιον· ἢ ἐν οὐρανοῖς ἐπάνω δέκα πόλεων ἱεραρχικῶς δοξαζόμενον.

· Contents ·