Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 42: To Thalelaeus, His Son

ΜΒ΄. — Θαλελαίῳ τέκνῳ.

Ἃ μὲν οὖν ἐσήμανας διὰ τῆς ἐπιστολῆς ἐπέγνων, τέκνον· ἂ δὲ ἐγὼ ἀποκρινοῦμαί σοι, ταῦτά ἐστι· Στέλλεσθαι ἡμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, διακελεύεται ὁ ἱερὸς Ἀπόστολος. Πῶς οὖν λέγει Γρηγόριος ὁ τῶν Ἀδελφίων, ἀλόγως ὑμᾶς αὐτὸν ἀποστρέφεσθαι, ὁπότε αὐτὸς οὐχ ἁπλῶς ἀτάκτως, ὁλοτρόπως δὲ συναπήχθη τοῖς Εἰκονομάχοις, ὑπογράψας τῇ αἱρέσει, συνεσθίων τε καὶ συμπίνων καὶ συναναστρεφόμενος αὐτοῖς; Εἰ δὲ λέγοι μετανενοηκέναι, καὶ ἐπιτίμια κρατεῖν· δειξάτω τοῦτο δι᾽ ἐγγράφου ὁμολογίας, ἀναθεματίζων τε τοὺς αἱρετικοὺς σὺν τῇ αἱρέσει, καὶ μηδαμῶς συναπτόμενος αὐτοῖς. Ἕως δ᾽ ἂν τοῦτο οὐ ποιῇ, ἀποτρόπαιος ὑμῖν ἔστω τοῖς φοβουμένοις τὸν Κύριον. Δόλιος γάρ ἐστιν ἐν προσποιήσει ἐπιστροφῆς, ὑφελκόμενος ὑμᾶς, καὶ ὑποσπείρων λόγους λοιμώδεις, ὡς ἐκ προσώπου δῆθεν τῶν ἐναντίων. Ὅθεν σὺ ὡς ἀτελέστερος ἐμπαρεὶς τῇ διαλέξει αὐτοῦ ἠπόρηκας εἰς τοῦτο κἀκεῖνο. Ἀλλ᾽, ἐπειδὴ ἤτησας τὴν λύσιν, δέξαιο συνετῶς. Τὸ εἰρηκέναι τὸν Χρυσόστομον· « Ὁ ἡμέτερος Χριστὸς τοίχοις οὐ περιγράφεται· » ἐγκωμιάζοντα τὸν ἅγιον Ῥωμανόν· οὐχ ἁπλῶς ἐκλαμβάνειν δεῖ, ἀλλὰ γνῶναι τίνι διαλεγόμενος εἴρηκεν· ἐπειδὴ ἐν ταῖς διαλέξεσι παρατηρητέον καὶ χρόνον, καὶ πρόσωπον, καὶ τρόπον. Χρόνον, διὰ τὸ μὴ τὰ αὐτὰ νενομοθετῆσθαι τοῖς πάλαι πρὸς τοὺς ἐν τῇ χάριτι. Πρόσωπον, ὅτι ἄλλο αἱρετικὸν, καὶ ἕτερον ὀρθοδόξου. Τρόπον, ἐπειδὴ οὐ ταυτόν ἐστι δογματικῶς διαλέγεσθαι, καὶ ἁπλοϊκώτερον προτείνειν τὸν λόγον. Τίνι οὖν διελέλεκτο ὁ Χρυσόστομος; ᾶρά γε ὀρθοδόξῳ ἀναστηλοῦντι τὴν εἰκόνα Χριστοῦ; οὐδαμῶς· ἀλλά τινι Ἐλληνι· ὃς τὴν πάντων ὑπερκειμένην αἰτίαν, καὶ ἐκ τῶν ἐν τοῖς οὖσιν ἐσχάτων χαρακτηρίζει, ὥς φησιν ὁ θεῖος Διονύσιος· καὶ οὐδὲν αὐτὴν ὑπερέχειν φησὶ τῶν πλαττομένων αὐτῷ ἀθέων καὶ πολυειδῶν μορφωμάτων. Καλῶς οὖν καὶ πάνυ εἰκότως ἔφη ὁ Πατήρ· « Ὁ ἡμέτερος Χριστὸς τοίχοις οὐ περιγράφεται· » προσυπακουστέον τῇ τῆς θεότητος φύσει· ὡς τῶν ἐκείνου θεῶν ἐν τοίχοις ἱδρυμένων, κἀκεῖ περιωρισμένων· οὐκ ἐχόντων τι ἄλλο νοούμενον παρ᾽ ὃ βλέπονται τοῖς ὁρῶσιν. Ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα, καὶ οὐκ ἀκούουσι· χεῖρες, καὶ οὐ ψηλαφῶσι. Πόδες, καὶ οὐ περιπατοῦσι· ῥῖνες, καὶ οὐκ ὀσφραίνονται· καθὰ προφητικῶς κατηγοροῦνται.

Ὁ δὲ ἡμέτερος Χριστὸς οὐ κατὰ τὸ ὁρώμενον μόνον ἄνθρωπος κυρίως καὶ ἀληθῶς· ἐπείπερ ὅμοιος ἡμῖν κατὰ πάντα χρηματίσας, καὶ ἐνσώματος, καὶ ἔμπνους, καὶ ἐνῆλιξ, καὶ ὅσα ἄλλα γνώριμα τῇ ἀνθρωπείᾳ φύσει, πλὴν μόνης ἁμαρτίας· ἀλλὰ καὶ Θεὸς φύσει καὶ ἀληθείᾳ· καὶ ὁ αὐτὸς ἀμφότερα. Οἷον τι λέγω· ὥς φησί που ὁ αὐτὸς Χρυσόστομος· « Κάτω κοπιᾷ, καὶ ἄνω συγκροτεῖ τὰ στοιχεῖα· κάτω πεινᾷ, καὶ ἄνωθεν ὑετοὺς χορηγεῖ· κάτω δειλιᾷ, καὶ ἄνω βροντῇ· κάτω δικαστηρίῳ παρίσταται, καὶ ἄνωθεν πάντα θεωρεῖ. » Κατὰ τοῦτο οὖν εἴρηται αὐτῷ πρὸς τὸν Ἐλληνα· « Ὁ ἡμέτερος Χριστὸς τοίχοις οὐ περιγράφεται. » Καὶ οὐχ ἡγεῖτο χρῆναι ἀκριβολογεῖσθαι περὶ τὴν ἀπόφασιν εἵνεκα τῆς νυνὶ λυττώσης αἱρέσεως. Δῆλον δὲ ὅτι τὸν κοπιῶντα καὶ πεινῶντα, δειλιῶντά τε καὶ παριστάμενον κριτηρίῳ οἶδεν ἀσφαλῶς ὁ ἅγιος, σώματος χαρακτῆρι περιγράφεσθαι, εἴτε ἐν τοίχῳ χρώμασιν, εἴτε ἐν πίνακι. Καὶ ἐν τοῖς ἐναργέσιν οὐκ ἦν λόγος αὐτῷ διασαφήσεως. Εἰ γὰρ τὸν ἀσώματον ἄγγελον ἰδεῖν ἔφη ἐν εἰκόνι, τὸν ἐνσώματον Χριστὸν οὐ βλέπει εἰκονιζόμενον; ἠλίθιον οὖν τοιοῦτόν τι περὶ τοῦ ἁγίου ὑπολαμβάνειν. Εἰ οὖν εἰς μαρτυρίαν αὐτὸν ἔχουσι τοῦ πονηροῦ αὐτῶν δόγματος· τί τὸν αὐτὸν ἀποβάλλονται, μὴ δεχόμενοι ἄγγελον εἰκονίζεσθαι, μηδ᾽ αὖ τινα τῶν θεοφόρων; λέγοντος ὧδέ που τοῦ Χρυσοστόμου· « Ὅπερ γοῦν ἐν ὀνόμασιν ἐποιήσατε, τοῦτο ἐπὶ τῆς εἰκόνος ἐπράξατε τῆς ἐκείνου· » ἤγουν Μελετίου τοῦ ἁγίου· « Καὶ γὰρ καὶ ἐν δακτυλίων σφενδόναις, καὶ ἐν ἐκπόμασι καὶ φιάλαις, καὶ ἐν θαλάμων τοίχοις, καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην διεχάραξαν πολλοί. » Ἀλλ᾽ ὅμως οὐδὲ ἀκοῦσαι αὐτοῦ ἀνέχονται. Περὶ τῆς ἱστορίας τοῦ ἁγίου Παγκρατίου, ὅτι οὐ δηλοῖ πρὸς τίνος συνεγράφη, τί τοῦτο; σχεδὸν πάντα τὰ μαρτυρογράφια, ἀνεπίγραφά εἰσιν· ἀλλ᾽ ὅμως βέβαιά εἰσι· κἀκεῖθεν οἱ διδάσκαλοι ἀφορμίζονται ποιεῖν τὰ τῶν μαρτυρησάντων ἐγκώμια. Ὁ ἅγιος Παγκράτιος ἐν Σικελίᾳ τιμᾶται, ναῷ μεγίστῳ· ἐν ὦ φασι καὶ σημεῖα γεγενῆσθαι. Ὁ οὖν μὴ δεχόμενος τὴν ἱστορίαν, συναπεβάλετο τὸν μάρτυρα δηλονότι. Ταῦτα μὲν ὡς ἐν ὀλίγοις. Σὺ δὲ, τέκνον, ὑγίαινέ τε καὶ σώζοιο· καὶ τοῦ Γρηγορίου μακρὰν ἀπόστηθι· μὴ σε ὀλέσῃ ἐξ ἀπροσεξίας.

· Contents ·