Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 43: To a Recluse

ΜΓ΄. — Ἐγκλείστῃ.

Ἀνέγνων σου τὸ γράμμα τῆς εὐλαβείας· ἀλλὰ τίς ὁ ἔπαινος ὃν ἐποίησας ἡμῖν ξένοις οὖσι παντὸς ἀγαθοῦ; τίς δὲ δὴ καὶ ἡ ἐπιζήτησις τοῦ διδασκαλικοῦ λόγου, μὴ ἔχουσιν οἰκειοποτεῖν, οὐχ ὅτι γε καὶ ἑτέροις ἄρδειν νάματα; ὅμως ἐπειδὴ γέγραπται, Παντὶ τῷ αἰτοῦντί σε δίδου· δέξαιο βραχυλογίαν τινὰ τῆς πενιχρότητος ἡμῶν. Τῶν ἐν τῷ κοινῷ βίῳ ἀναστρεφομένων οὐχ οὕτως δύναιτ᾽ ἂν ὁ τῆς διανοίας ὀφθαλμὸς κεκαθάρθαι, ὡς ἐνατενίζειν ἀπαρεμποδίστως τῷ κάλλει τῆς δόξης τοῦ Θεοῦ· οἷόν τινι λύμῃ τῇ τῆς σαρκὸς προσπαθείᾳ μυωπάζων. Ἡμῖν δὲ οἷς πᾶσιν ἀποτακτέον, καὶ μόνον τὸν Χριστοῦ σταυρὸν αἴρειν ἐγκελευομένοις, εὐπετὴς ἡ θεοπτία· ἤγουν τὸ μηδὲν ἄλλο καὶ ἔχειν καὶ ἐννοεῖν, ἢ τὸ πῶς εὐαρεστήσοιμεν τῷ Κυρίῳ· καθαρᾷ καρδίᾳ λατρεύειν αὐτῷ, ἐν ἀποῤῥήξει πάσης σχέσεως σαρκικῆς. Ἔστω οὖν ὑμῶν ἡ τῆς ἐγκλείσεως περιοχὴ, πόλις Θεοῦ πεποικιλμένη χρυσέοις κατορθώμασι· μὴ κλεῖς περὶ τὸ σῶμα μόνον, ἀλλὰ γὰρ καὶ κατὰ πνεῦμα. Προσῆκον τοίνυν φεύγειν ὑμᾶς τὰς τῶν ἀνδρῶν ὄψεις, τὰς πρὸς τοὺς ἀφ᾽ αἵματος σχέσεις, τὰς πρὸς ὅλον τὸν κόσμον φιλίας· αὐτὰς δὲ ἐφ᾽ ἑαυτὰς συνανεστράφθαι· καὶ ἔχειν μίαν ψυχὴν καὶ καρδίαν, κατὰ μίμησιν τῶν ἀρχῆθεν ἐπὶ τῶν ἀποστόλων πεπιστευκότων. Ἡ καθηγουμένη οὕτω καθηγείσθω ὡς Χριστοῦ ἐπέχουσα χαρακτῆρα, ποιοῦσα πρῶτον, εἶθ᾽ οὕτως διδάσκουσα· μηδὲν ἐλλιμπάνουσα τῶν κατ᾽ ἐντολὴν πρακτικῶς ὑποδεικνύναι. Ἡ καθυποτασσομένη οὕτω πείθεσθαι καὶ ὑπείκειν, ὡς αὐτῷ Χριστῷ τὴν ὑπακοὴν ἀνύουσα. Ὅπου δὲ ταῦτα, ἐκεῖ πάσης ἀγαθοεργίας καρπός· οὗ δὲ οὐ ταῦτα, ἐκεῖ πάντως τὰ ἐναντία, ἑταιρίαι, φιλονεικίαι, ψιθυρισμοὶ, ἰδιοκτημοσύναι, φυσιώσεις, προσπάθειαι, πρός τε ἀλλήλας καὶ πρὸς τοὺς ἔξωθεν, εἴτε ἐκ γένους, εἴτε ἐκ φιλίας ἄλλης.

Οὕτω μὲν οὖν ὡς ἐν ὀλίγῳ ἡ περὶ τοῦδε ὑπόμνησις. Ἐγὼ δὲ ὁ ταπεινὸς παρακαλῶ, σὺν τῷ βίῳ καὶ τὴν πίστιν ἠγλαϊσμένην κεκτῆσθαι ὑμᾶς· μηδαμῶς τῇ Χριστομάχῳ αἱρέσει κοινωνεῖν, ἥτις Ἰουδαϊσμοῦ, οὐδὲν διενήνοχε, τὴν σωτήριον Χριστοῦ οἰκονομίαν, διὰ τῆς καθαιρέσεως τῶν σεπτῶν εἰκόνων αὐτοῦ τε Χριστοῦ, τῆς τε Θεοτόκου καὶ πάντων τῶν ἁγίων, ἀρνουμένῃ· ἐπειδήπερ ἡ εἰκὼν ταυτόν ἐστι τῷ πρωτοτύπῳ τιμῇ τε καὶ προσκυνήσει· οἷον ἐπ᾽ αὐτοῦ τοῦ ζωοποιοῦ [σταυροῦ] καὶ τοῦ τύπου. Μὴ δὴ οὖν ἀρνήσησθε τὸν Χριστὸν αἱ Χριστοφόροι τῷ ἁγίῳ περιβλήματι· μήτε τοὺς τοσούτους κόπους, οὖς ἀνατλᾶτε τὸν ἐν παρθενίᾳ βίον μετὰ καθείρξεως διανύουσαι, ἔνθεν ὀλέσαι, καὶ τῆς ἀντικειμένης μερίδος, ὅπερ ἀπείη καὶ ἐννοεῖν καὶ λέγειν, γινόμεναι· ἀλλ᾽ εἰδυῖαι ὅτι οὔτε βίος δίχα πίστεως ὀρθῆς, οὔτ᾽ αὖ πίστις δίχα πράξεως θείας σώζειν δύναιτο, ἀμφοτέρωθεν εἴητε διηυγασμέναι εἰς δόξαν Θεοῦ, εἰς κλέος τῆς Ἐκκλησίας, εἰς ἐπίτευξιν τῶν ἐν ἐπαγγελίαις αἰωνίων ἀγαθῶν· προσευχόμεναι καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ὡς ἂν σωζοίμεθα.

· Contents ·