Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 44: To Symeon, His Son

ΜΔ΄. — Συμεὼν τέκνῳ.

Ὀψὲ μὲν, ὅμως ἐδεξάμην τὰ ἀντίγραφά σου, τέκνον· καὶ ηὐχαρίστησα τῷ Κυρίῳ ἐπὶ τῇ ἀπολογίᾳ σου, τῇ τε συνέσει καὶ διασώσει· ὅτιπερ καὶ τοσούτους ἀδελφοὺς ἔχεις συνδιαφυλάττων ἀπὸ τῆς θήρας τῶν αἱρετιζόντων, καὶ οὐ σάρκας, ἀλλὰ ψυχὰς σπαρασσόντων· πλὴν ὅτι καὶ σώματα, δι᾽ ὧν ἐπιφέρουσι πληγῶν καὶ θανάτων. Ὑγίαινε, υἱέ μου ἀγαπητὲ, ἀρίστευε, ἡγοῦ τῶν ἀδελφῶν σου, προθυμοποίει, παραδείκνυε τὰ τῆς ἀληθείας, παράθηγε εἰς μαρτυρίαν. Ὁ γὰρ καιρὸς τοιοῦτος· κἂν ὑποκρύβεσθε ἐννόμως. Τὸ γὰρ ἐπιῤῥίψαι ἑαυτὸν ἐν πειρασμῷ, καθὰ ἐζήτησας μαθεῖν, τοῦτό ἐστι, τὸ ἀφ᾽ ἑαυτοῦ κινηθῆναί τινα, καὶ φανερῶσαι ἑαυτὸν τοῖς φονεύουσιν. Εἰ δὲ ὅτι ὁ ἅγιος Γόρδιος, ὥσπερ καί τινες ἄλλοι τῶν μαρτύρων, αὐτόκλητοι ἧκον· ὁ τρόπος οὕτως ἀπήτει· οὐδενὸς ὡς ἔτυχε παρρησιαζομένου, καὶ ἀναπτούσης τῆς ἀθεῖας σφοδρότερον. Ἔπειτα καὶ καθαρᾷ καρδίᾳ Θεὸν ἐνοπτρισάμενοι, καὶ πρὸς αὐτοῦ νυχθέντες. Ἐπεὶ καὶ ὁ μέγας Πρόδρομος ῥιψοκινδύνως ἤλεγξε τὸν Ἡρώδην. Ἄρτι δὲ πολλοὶ χάριτι Θεοῦ ἐνιστάμενοι καὶ μαρτυροῦντες· καὶ οὐκ ἔννομον τὸ ἐπιῤῥίψαι. Ἐχάρην δὲ λίαν ὅτι καὶ ἕτεροι Πατέρες συμπνέουσί σοι, Ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς· οὓς καὶ προσαγορεύω διὰ σοῦ, καὶ δεδέημαι τῶν ἁγίων προσευχῶν εἰς ἐπικουρίαν σωτηρίας. Ὤφελον ὅτι παρὰ τοῦ ἀδελφοῦ Ὑπατίου εὗρές τι τῶν καλῶν. Ἀδελφοὶ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι· ἡ Γραφὴ ἐγκελεύεται. Παρὰ γὰρ τῆς ἐμῆς ταπεινώσεως οὐδὲν ὄφελος· κἂν αὐτὸς μεγαλαυχῆς ἡμᾶς ἐξ ἀγάπης. Ἐπεὶ δὲ ἐζήτησας καὶ κατήχησιν, ἣν πρὸς πάντας τοὺς ἀδελφοὺς ἐποίησα, ἄρτι ἐπέστειλα καὶ πρός σε. Σύ τε προσεύχου ἀδιαλείπτως τὴν σωτηρίαν μοι. Τὸ κισσύβιον ἐδεξάμην· καὶ ἔστω σου εἰς ἐναργεστέραν μνήμην. Τὴν ἐννεάδα τῶν ἀδελφῶν μου καὶ τέκνων προσαγορεύω, πλεῖστα δεόμενος καὶ τῆς εὐχῆς. Ὁ ἀδελφὸς Νικόλαος ὁ σὺν ἐμοὶ ἐγκεκλεισμένος προσαγορεύει σε σὺν πᾶσιν. Ἡ χάρις μεθ᾽ ὑμῶν. Ἀμήν.

· Contents ·