Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 45: To Abbot Basil

ΜΕ΄. — Βασιλείῳ ἡγουμένῳ.

Ἡδέως σου ἀνέγνων τὸ γραμματεῖον, ὦ πατρότης ἁγία, ὡς ἀπὸ καρδίας καθαρᾶς προσενηνεγμένον· οὐ μὴν ἐν τοῖς ἐπαίνοις ἤσθην, ὡς ξένος τῶν λελεγμένων. Ἀλλ᾽ αὐτὸς, εἰ βούλει, μᾶλλον προσεύχου τῆς μερίδος καὶ στάσεώς σου ἐγγύθεν παραθίγειν. Τοῦτο μὲν τοιοῦτον. Εἴη δὲ κατὰ τὸ ῥῆμά σου χρησιμεύειν τῷ Θεῷ Ὑπάτιόν τε τὸν ἀδελφὸν, καὶ ὅντινα ἄλλον τῶν ἐναθλούντων· ὡς ἂν δι᾽ αὐτῶν σχοίημεν καὶ ἡμεῖς οἱ ταπεινοὶ εὐμενὲς τὸ Θεῖον. Τὸ ἐρώτημα τῶν ἐμπαρέντων ἐν τοῖς κατὰ φύσιν ἢ παρὰ φύσιν πτώμασιν, ἐκείνην ἔχει τὴν ἀπόκρισιν· ὅτι ἡ ἀληθὴς μετάνοια ἐν ἐπιδείξει τῶν κατ᾽ αὐτῆς καρπῶν· ἅτινά ἐστιν, ἡ ἀποχὴ τῶν ἁγιασμάτων κανονικῶς, μετὰ καὶ τῆς συντελουμένης ἐγκρατείας, τὴν συγχώρησιν τῶν ἡμαρτημένων ἀντιλαμβάνει, καὶ ἄνευ μαστίγων καὶ μαρτυρίου. Ἕως ἂν γὰρ μὴ ἀποκλείσῃ καθ᾽ ἡμῶν, ὡς γέγραπται· ἀπόκλεισις δὲ ὁ θάνατος· κἂν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ζωῆς ἡ ἀληθὴς μετάνοια φθάσειεν, ἔσωσε τὸν ἐπιστρέψαντα τῆς ἁμαρτίας. Οὕτω Θεὸς διὰ Ἰεζεκιὴλ τοῦ θεολόγου διωρίσατο· καὶ τοιοῦτον φιλάνθρωπον Θεὸν ἔχομεν, τὸν καὶ λῃστὴν μιᾷ ὥρᾳ εἰσοικισάμενον, τὸν πάλαι καὶ τὸν ἔσχατον, καὶ τελώνην ὡσαύτως δικαιώσαντα. Εἰ δὲ, κατὰ τὰ φθάσαντα ἄρτι, ἐπιδοῖεν ἑαυτὸν ὁ ἡμαρτηκὼς, καὶ πληγὰς ἐπὶ νώτου δέξασθαι, καί τι ἄλλο περισσότερον· τίς ἀμφιβάλοι μὴ συγκεχωρῆσθαι αὐτὸν τῆς ἁμαρτίας; Τὸ γὰρ καὶ θανεῖν ἐν τῇ ὁμολογίᾳ Χριστοῦ, μάρτυρα ἀποτελεῖ κυρίως Κυρίου. Ἀλλ᾽ ἴσως ὁ λόγος περὶ τοῦ ἐπιτιμίου. Ὅτι ἐὰν ὑποβληθῇ βασάνοις, μὴ μέντοι θάνοι· τοῦτο παρὰ τοῦ δόντος τὸ ἐπιτίμιον κανονιζέσθω, πόσον ὑφελεῖν διὰ τὰ παθήματα, ὅλου τὸ ἥμισυ. Ἡμῖν γὰρ ὁρίζειν οὐχ οἷόν τε. Οὕτως ὁ τῆς ταπεινώσεως ἡμῶν λόγος. Εἰ δὲ δεῖ ἄλλως, δίδαξον, Πάτερ, καὶ φώτισον ἡμᾶς τοὺς ἀμυήτους. Τὸν ἀδελφόν μου τὸν κῦριν Προκόπιον πλεῖστα πρόσειπε.

· Contents ·