Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 46: To Arcadius the Monk
ΜϚ΄. — Ἀρκαδίῳ μοναχῷ.
Δὶς ἄρτι γράφω ἀφ᾽ οὖ συνελήφθης, ἠγαπημένε, ὑπὸ τῶν Ἰουδαϊζόντων. Τὴν πρώτην οὐκ ἐδέξω· εὔχομαι κἂν ταύτην τὴν ἐπιστολὴν εἰς χεῖράς σου ἐλθεῖν. Ἐγὼ γὰρ πρῶτον μὲν κατὰ τὸν κοινὸν τῆς ἀγάπης νόμον, χρεώστην ἐμαυτὸν λογιζόμενος· ὅτι χρὴ ἀλλήλους συμπροθυμοποιεῖσθαι τοὺς ἐπὶ τὸ αὐτὸ συνημμένους τῷ φρονήματι τῆς ὁμολογίας Χριστοῦ· τὸ ἐπιστεῖλαί σοι ἀναγκαίως ἔχω. Ἔπειτα καὶ διὰ τὴν ἰδιότροπον σχέσιν· ἣν οἶσθα ὁποία καὶ πόση ἀπ᾽ ἀρχῆς ἡμῖν ὑπῆρξε· πάνυ ἐπειγομένως γράφω. Ἀλλὰ χάρις τῷ Θεῷ, ἀδελφέ μου τιμιώτατε· ὅτι ἐν τῷδε τῷ πικρῷ χειμῶνι τῆς ἀπιστίας ἄνθος διεφάνης ὀρθοδοξοῦν· μᾶλλον δὲ ὁμολογητὴς Χριστοῦ, ἅπαξ ἐνεχθεὶς εἰς ὕψος τῶν κρατούντων οὐχ ὑπέπτηξας· Ὡμολόγησας τὴν καλὴν ὁμολογίαν· ἐμαστιγώθης ἱκανά. ἐξωρίσθης, περιωρίσθης ὧδε που ἐν παραβύστῳ. Πάλιν ἤχθης ἐν χεροῖν κολαστῶν· οὐκ ὠλιγώρησας· οὐκ ἐξηρνήσω τὴν πίστιν· κατεξάνθης αὖθις ταῖς πληγαῖς· καὶ μεμένηκας ἀήττητος· μὴ φοβούμενος ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, ἀλλὰ τὸν μόνον Κύριον καὶ Θεὸν καὶ βασιλέα, κατὰ τὸ ὑπ᾽ αὐτοῦ ἐντεταλμένον. Μακάριος εἶ, καὶ καλόν σοι ἔσται· ὡς εὐγενὴς σὺ, καὶ τῶν ἀφ᾽ ἡλίου Ἀνατολῶν εὐγενέστερος. Εἰ δὲ ὅτι τοῖς ἰστουργοῖς σε συνηρίθμησαν, ὡς βασιλικὸν οἰκέτην, μὴ θαυμάσῃς· τοιαῦτα γὰρ τοῖς ἁγίοις· ἔπειτα ὅτι καὶ μὴ βουλόμενοι, ὡς ἀληθῶς ὑπέδειξαν τῷ κόσμῳ δοῦ λόν σε εἶναι τοῦ βασιλέως τῶν οὐρανῶν, ἔνδειγμα μαρτυρίας Θεοῦ, ἔλεγχον ἀσεβείας. Στῆθι οὖν, γενναῖε στρατιῶτα Χριστοῦ· ἀρίστευσον τελείως· Κακοπάθησον ἔργον ποίησον εὐαγγελιστοῦ· τὴν ὁμολογίαν σου πληροφόρησον· ἔχων ἀοράτως Θεὸν ἐπίκουρον, τὸν φύλακα τῆς ζωῆς σου ἄγγελον κυκλοῦντά σε, περιέποντά σε, χαίροντα λίαν, καὶ τὰς προσευχάς σου ἀναφέροντα εἰς Θεὸν εἰς ὀσμὴν εὐωδίας· ἐν αἷς μέμνησο καὶ ἡμῶν τῶν ἁμαρτωλῶν μὲν, ποθούντων δέ σε λίαν.