Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 47: To an Abbot

ΜΖ΄. — Ἡγουμένῳ.

Ἐπειδὴ ἔμαθον εἰσαγώγιμόν σε γενέσθαι, καὶ τετύφθαι ὑπὲρ Χριστοῦ, ὦ τριπόθητε, χαίρω καὶ συγχαίρω σοι. Τοῦτο γὰρ χαρὰ καὶ ἀγαλλίασις· οὐ κατὰ τὴν τοῦ κόσμου χαρὰν ἀχαρὴς γὰρ ῆδε, δοκοῦσα μὲν, οὐκ οὖσα δὲ, ἐπείπερ ῥέουσα οὐχ ἵσταται. καὶ τελευτῶσα θάνατον κατεργάζεται), ἀλλὰ τὴν κατὰ Θεόν· αὕτη γὰρ καὶ μόνη θυμηδία, καὶ ὡσαύτως ἔχουσα, ἧς τὸ τέλος ζωὴ αἰώνιος. Εἰκότως οὖν γήθω καὶ συγγήθω σοι, Πάτερ τιμιώτατε. Ἀλλ᾽ ὅτι, ὥς φασι, ἑκατοστεύουσα ἡ νιφὰς, καί γε βαρύδαρτος· ἴδε πάλιν ἐπίτασις τῆς εὐφροσύνης. Οὐκ ἀπαθῶς ἤνεγκα τὴν ἀκοὴν καὶ ἀπών. Ἀλλ᾽ ὅμως δόξα τῷ δοξάσαντί σε Θεῷ. Ἐπὶ νώτου τε κτανθῆναι ὑπὸ τῶν ἀσεβῶν, ἄσβεστόν σου τὸ κλέος, ἱερόν σου τὸ πάθος, στήριγμα τῶν συνομολογούντων, προθυμία τῶν ὀρθοδοξούντων, διάῤῥηξις τῶν αἱρετιζόντων, οἰκοδομὴ τῆς τοῦ Θεοῦ Ἐκκλησίας. Λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς, ὥς φησιν ὁ προφήτης. Τί τοῦτο; εἰς ὁμαλισμὸν εὐσεβείας, εἰς ἐνδόμησιν τῆς Ἐκκλησίας. Τῶν ἁπάντων οὖν εἶς καὶ αὐτὸς ὑπὸ τοῦ ἁγίου Πνεύματος τῷ ἀκρογωνιαίῳ λίθῳ συναρμολογούμενος καὶ συμβιβαζόμενος. Ἀλλὰ μέμνησο καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἁγιώτατε, ἐν ταῖς προσευχαῖς, μὴ ἀποπεσεῖν τῆς ἐνδομήσεως, ἀλλ᾽ ὧδε που κἂν ὡς χάλιξ εὑρεθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν.

· Contents ·