Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 48: To the Brotherhoods Scattered Everywhere and Those Contending in the…
ΜΗ΄. — Θεόδωρος ταῖς πανταχοῦ διεσπαρμέναις ἀδελφότησι σὺν τοῖς ἐναθλοῦσιν ἐν τῇ ὁμολογίᾳ Χριστοῦ, χαίρειν.
Πᾶσαν χαρὰν ἡγητέον, ἀδελφοί μου, ἐν τοῖς παροῦσι θλιβεροῖς. Ἐπείπερ διὰ Χριστὸν καὶ ὁ διωγμὸς τῶν διωκομένων, καὶ αἱ φυλακαὶ τῶν καθειργμένων· προσθείην δ᾽ ἂν, καὶ αἱ μάστιγες τῶν μαστιγουμένων. Οὐκ ἀποπαύσοιμι τοιγαροῦν καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑκάστῳ προσφωνεῖν, παρακαλεῖν, ὑπομιμνήσκειν· καίπερ εἰδὼς ἐστηριγμένους ὑμᾶς ἐν τῆ πίστει, καὶ οἴκοθεν ἔχοντας τὸ παρακλητικὸν καὶ νουθετητικόν. Ἀλλ᾽ ὅμως ὀφειλέτης εἰμὶ ὁ ἁμαρτωλὸς καὶ τὸ παρ᾽ ἐμαυτοῦ προστιθέναι, ἄλλως τε καὶ τοῦ πόθου ἐκβιαζομένου. Ζηλῶ γὰρ ὑμᾶς ζήλῳ Θεοῦ· ἐγκαλλωπίζομαι ὁ ἀκαλλώπιστος ταῖς ὁμολογητικαῖς ὑμῶν ἀρεταῖς. Χαρά μοι καὶ στέφανος ὑμεῖς, ἔρεισμα καὶ ἀκαταγώνιστον κραταίωμα. Ναὶ ἐρωτῶ καὶ παρακαλῶ ἀσαλεύτους διαμένειν ἅπαντας ἐν πάσῃ εὐθυμίᾳ καὶ προθυμίᾳ. Πάντοτε, φησὶν ὁ θεῖος Ἀπόστολος, χαίρετε· ἀδιαλείπτως προσεύχεσθε· ἐν παντὶ εὐχαριστεῖτε. Καὶ οὐ χαρὰ ταῦτα καὶ ἀγαλλίασις; ὅτι Εἴπερ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα· εἰ ἀποθάνωμεν, καὶ συζήσομεν· εἰ ὑπομείνωμεν, καὶ συμβασιλεύσομεν, ὡς γέγραπται. Ἡλίκη ἡ ἐπαγγελία, ἀγαπητοί! Εἰ γὰρ εἰς πῦρ ἐμβληθῶμεν, οἴσωμεν· εἰ καὶ θηρσὶν ἐκδοθῶμεν, ἐνέγκωμεν. Οὕτω γὰρ ἤνεγκαν οἱ ἀπ᾽ αἰῶνος ἀθλοφοροῦντες, ἄνδρες τε καὶ γυναῖκες, τὰ ἐκεῖθεν προβλέποντες, καὶ τὸ παρὸν ὀδυνηρὸν ταῖς ἐλπίσι κουφίζοντες, καὶ τρυφὴν ἡγούμενοι τὰ ἐπώδυνα, καὶ τὴν προσθήκην τῶν παθημάτων ἐπιθυμοῦντες, οὐκ ἀποστυγοῦντες, ὥσπερ οἱ τὰ πλείω χρήματα τῶν συνεταίρων ἁρπάζοντες· ὡς ἴστε ὑμεῖς ἀφ᾽ ἑαυτῶν γευσάμενοι τῆς ἀθανάτου γλυκύτητος. Ὦ κόσμε πλάνε! ὅτι πικρόν σου τὸ δοκοῦν ἡδὺ, καὶ θανάσιμον, κατὰ πᾶσαν ἡδονὴν καὶ περιχάρειαν. Καὶ ὦ πόθε Χριστοῦ, ὅτι σοὶ ἡ εὐλογία, καὶ ἡ χαρὰ, καὶ ἡ δεσποσύνη, καὶ ἐπὶ τοὺς κατόχους σου. Ἴδετε πηλίκοις ὑμᾶς φθέγμασι παρακαλῶ ὁ εὐτελής· οὐ τί του τῶν ἀξιεπαίνων, ἀλλ᾽ ὅτι φιλικοῖς. Ὅσοι βραδύτητα ἡγοῦνται τὴν ἐπισκοπὴν Κυρίου· ἐκεῖνο ἐννοείτωσαν, ὅτι Τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιαν ἄγει τοὺς διώκοντας, εἰς δοκιμὴν δὲ τοὺς πάσχοντας. Καὶ μὴ ἀθυμείτωσαν, μηδὲ τὰ κρίματα Κυρίου ἐξεταζέτωσαν. Οὐκ εὐγνωμόνων δούλων λέγειν· ἕως πότε; Οὐκ εἶπε τοῦτο Ἰὼβ ὁ ἀοίδιμος, οὐχ ὁ Πέτρος, οὐδ᾽ ὁ Παῦλος, οἱ μυρίαθλοι, οὐδέ τις τῶν μαρτύρων.
Οἶδεν ὁ ἀκοίμητος ὀφθαλμὸς τὸ ἀρκοῦν ἐπ᾽ ἀμφοτέροις. Οὐκ ἐλεεῖς, ὅτι θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὁ τοιοῦτος, οὖ οὐκ ἔστι πέρας τῆς κολάσεως, οὐδὲ ἐξαγόρευσις τῶν ἐν πυρὶ ἀσβέστῳ ἀνυποίστων ἀνιῶν; Καὶ παρακαλεῖν ὑμᾶς δεῖ τὴν ἀνοχὴν, ὅσον τὸ ἐφ᾽ ἡμῖν· εἰ μὴ ἂν διὰ τοὺς ὀλλυμένους, καὶ ἐκπεπτωκότας τῆς ὑπομονῆς. Ὁ ἐπειγόμενος τὸν θάνατον ἰδεῖν τοῦ ἁμαρτωλοῦ, οὐ δύναται εἰρήνην ἔχειν πρὸς τὸν Θεόν· οὖ χεῖρον οὐδέν. Ἀεὶ γὰρ ἐν ταραχῇ κατὰ ψυχὴν ἐπιθυμῶν, ὅπερ Θεὸς ἀποστυγεῖ, καὶ θέλων ὁ οὐ θέλει. Ἐντεῦθεν ἀκηδίαι, ἐκλύσεις, βλασφημίαι, καὶ τὰ λοιπὰ βλαστήματα τῆς πονηρίας. Εἴπωμεν, ἀδελφοί· Γενηθήτω τὸ θέλημα σου· ἐκ καρδίας. Κτηνώδης ἐγενήθην παρὰ σοὶ, κἀγὼ διαπαντὸς μετὰ σοῦ. Καὶ οὕτως εἰρηνεύουσα ἡ ψυχὴ παρρησίαν ἕξει πρὸς Θεόν· ἑκατονταετίζειν ἐν τοῖς ὑπὲρ αὐτοῦ παθήμασι προαιρουμένη. Οὔτε γὰρ ἐὰν κατευξώμεθα τὸ τάχος, ἐπιστῇ· οὔτ᾽ ἂν ἐπευξώμεθα, βραδυνεῖ· ἀλλὰ τότε ἥξει, ὁπηνίκα ὁ πρὸ καταβολῆς κόσμου διορίσας, τὸ συμφέρον δίκαιον κρῖμα οἶδε Θεός. Προσεύχεσθε περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, παρακαλῶ, ἵνα σωζοίμεθα. Ὁ ἀδελφὸς ὑμῶν τε καὶ ἐμοῦ Νικόλαος προσαγορεύει ἅπαντας. Ἡ χάρις μεθ᾽ ὑμῶν. Ἀμήν.