Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 49: To the Spiritual Fathers Exiled for the Lord
ΜΘ΄. — Τοῖς διὰ Κύριον πεφυγαδευμένοις πνευματικοῖς ἁγίοις μου Πατράσι, Θεόδωρος ἐλάχιστος πρεσβύτερος, καὶ ἡγούμενος τῶν Στουδίου, ἐν Κυρίῳ χαίρειν.
Καὶ ἀφ᾽ ἑνὸς τοῦ ὀρθοδόξου τὸ δέξασθαι γραμματεῖον ἐν ταῖς χαλεπαῖς ἡμέραις ταύταις, μὴ ὅτι γε ἐκ πολλῶν ἐπὶ τὸ αὐτὸ συνεληλυθότων, ξένον πως τῷ καιρῷ, ὡς ἐν χειμῶνι πολύφυλλον ῥόδον. Καὶ τῇ ἐμῇ ταπεινώσει χάριεν ὅτι μάλιστα· ὥστε ἀπ᾽ αὐτῆς τῆς προγραφῆς σκιρτῆσαί μου τὸ πνεῦμα, καὶ ἀνθομολογήσασθαι Κυρίῳ τὰ εἰκότα· ὃς καὶ ἐν τῷ παρόντι Ἀχαβαϊκῷ διωγμῷ, κατέλιπεν ἑαυτῷ τοσούτους μὴ κάμψαντας γόνυ τῇ Βάαλ. Οἶμαι γὰρ τῶν τηνικαῦτα ἰσαρίθμους εἶναι τοὺς νῦν ἀκαμπεῖς· οὐ μόνον διὰ τῶν εἰς προῦπτον κειμένων ἐξ ὁμολογίας· ἀλλὰ γὰρ καὶ διὰ τῶν ὧδε τε κἀκεῖσε διασεσωσμένων, ἐν ἐρημίαις, καὶ ὅρεσι, καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ἀποστολικῶς εἰπεῖν· καθάπερ καὶ τὴν ὑμῶν ὁμάδα τὸ τρικόρυφον ὅρος ὡς τρισόλβιον κλέος φέρον ὡραίζεται. Χάρις οὖν τῷ Θεῷ τῷ πλουτοῦντι ὑμᾶς σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπαινῶ τὴν ἱερὰν φυγαδείαν ὑμῶν· ὑμνῶ τὴν ὀρεινὴν συνοικίαν ὑμῶν· ὅτι εἰ καὶ τληπαθὴς, ὅμως θεοποιός. Μωσῆς ἐν ὄρει τῷ Σιναίῳ Θεῷ συνωμίλει. Ἡλίᾳς ἐν ὄρει τῷ Χωρὴβ Θεὸν ἰδεῖν ὡς δυνατὸν ἠξίωται. Ἰησοῦς αὐτὸς ὁ θεαρχικώτατος εἰς τὸ ὅρος ἄνεισιν ἀνθρωποπρεπῶς προσεύξασθαι. Τί τοῦτο; ἐμοὶ δοκεῖ σύμβολον τῆς κατὰ ψυχὴν ἀναβάσεως τὸ θεώρημα εἶναι. Ὡς γὰρ τὸ ὅρος ὑπερανεστώς ἐστι τῆς ὑπωρείου πεδιάδος καὶ τῆς κοιλότητος· τοσούτῳ δὴ μέτρῳ ὁ νοῦς τοῦ προσευχομένου ἄνεισι πρὸς Θεὸν διὰ τοῦ μετεώρου τόπου. Ὁρᾶτε, ὦ τριπόθητοι, οἷον καὶ ἡλίκον ὑμῶν τὸ ἐνδιαίτημα. Μιμνήσκεσθε καὶ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ χαμοζώων ἐντεῦθεν· ὡς ἂν συναφθείημεν ὑμῖν τοῖς ὑψιπετέσιν ἀετοῖς Κυρίου. Ἀλλ᾽ ἐχέτω μὲν ταῦτα ὧδε, εἰ καὶ ὁ πόθος ἄττει πλέον λέγειν. Τί δὲ εἰς τοσοῦτον ἐληλύθατε ταπεινώσεως μέτρον, παρ᾽ ἐμοῦ τοῦ ἀμαθοῦς μαθεῖν ὧν προετείνατε πεύσεων τὰς ἀποκρίσεις; αὐτοὶ χάριτι Χριστοῦ ἀφ᾽ ἑαυτῶν εἰδότες τὸ δέον· εἰ δὲ μὴ, πρὸς τῶν προεχόντων καὶ ἀξιώματι καὶ λόγῳ. Εἰσὶ γὰρ πλεῖστοι, ὡς ὑπέδειξεν ὁ λόγος, ὀφείλοντες ἐκδιδαχθῆναι. Ἵν᾽ οὖν μὴ δόξω λυπεῖν ὑμᾶς, ἅμα τε καὶ δεδιὼς τὸ ἀνήκοον, καθίημι ἐμαυτὸν πρὸς τὸ ἐπίταγμα. Ἀλλὰ πρῶτον ἐκεῖνο ἔχω λέγειν· ὅτι ἡ αἵρεσις αὕτη, εἰ καὶ τοῖς προλαβοῦσιν ἐφάνη ἄλλως, ἢ καί τισι φαίνοιτο νῦν, μεσοπόνηρος καὶ οὐ λίαν χαλεπή· ἐμοὶ γοῦν τῷ ἀμύδρωπι οὐδὲν ἄλλο δοκεῖ, ἢ ἄρνησις Χριστοῦ εἶναι. Εἰ γὰρ ἐν τῇ εἰκόνι τὸ ἀρχέτυπον ἐκφαίνεται, ὥς φησιν ὁ πάνσοφος Διονύσιος· καὶ εἰ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει, ὥς φησιν ὁ μέγας Βασίλειος· ἐξουδένωται δὲ νῦν ἡ εἰκὼν Χριστοῦ, ἤρνηται, πεπάτηται παρὰ τῶν Χριστομάχων· ἄρα ἐν τῇ εἰκόνι αὐτοῦ καὶ διὰ τῆς εἰκόνος ἠρνήθη Χριστὸς, ἠτιμάσθη, ἀπεδοκιμάσθη Ἰουδαϊκῶς· καὶ ἀλλοίως οὐκ ἔστιν ὑπεξαγαγεῖν τὸ θεώρημα. Διὰ τοῦτο θρήνων καὶ κοπετῶν ὁ καιρός· διὰ τοῦτο καὶ τοσοῦτοι οἱ ἐνιστάμενοι, οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες· ὡς λογικῶς τε καὶ πραγματικῶς ἀρνουμένου Χριστοῦ· ὅπερ ἐπὶ τῶν πάλαι αἱρέσεων οὐκ ῶπται· λογικῶς μὲν, ἐν τῷ λέγειν τοὺς ἀσεβεῖς, μὴ οἷόν τε ἐγγεγράφθαι Χριστὸν σώματος χαρακτῆρι· πραγματικῶς δὲ, ὅτι καθαιροῦσι πᾶσαν εἰκόνα ἁγίαν Χριστοῦ, τῆς Θεοτόκου, ἀγγέλων, ἁγίου παντὸς καὶ ἁγίας, ἐκ πάσης Ἐκκλησίας, ἀπὸ παντὸς ἱεροῦ ἀναθήματος, πυρὶ παραδιδόντες, ἐπιτωθάζοντες, γελῶντες τὸ μέγα τῆς εὐσεβείας μυστήριον, βδέλυγμα Χριστὸν ἐγγεγραμμένον σὺν Μητρὶ καὶ θεράπουσιν ἀποκαλοῦντες· ὅπερ φρονεῖν καὶ λέγειν καὶ πράττειν, Ἰουδαίων ἐστὶ καὶ Ἐλλήνων. Οἱ γὰρ Ἄραβες καὶ Σκύθαι αἰδοῖ χρώμενοι οὐδὲν τοιοῦτον, ἐφάνησαν πεποιηκότες. Πῶς οὖν οὐκ ἄρνησις τῆς οἰκονομίας Χριστοῦ ταῦτα; Ἀλλ᾽ ἐπὶ τὰς προτάσεις ὁ λόγος. Τινὲς ἐξ ἰδίας προαιρέσεως ὑπέκυψαν, ἄνευ τοῦ καταναγκάζοντος· ἄλλοι μετὰ πληγῶν· ἄλλοι δι᾽ ἀπειλῆς καὶ μόνης· ἕτεροι ἄνευ ἀπειλῆς, καὶ βασάνων, δέει, καὶ μόνον· ἄλλοι διὰ τὸ μὴ ἐκπεσεῖν τῶν ἰδίων. Τινὲς δὲ καὶ κατὰ ἄγνοιαν. Τούτους ἐπιστρέφοντας πῶς δεῖ ἀποδέχεσθαι; ἐπιδεικνυμένους δηλαδὴ ἀξίους καρποὺς τῆς μετανοίας ἅπαντας. Τίνες δὲ οὗτοι; Ἀποχὴ τῶν ἁγιασμάτων, μετὰ προσκλαύσεως, καὶ ἐπιπόνου δεήσεως· ἐπὶ μὲν τῶν πρώτων, τριετίζουσα· ἐπὶ δὲ τῶν δευτέρων, διετίζουσα· ἐπὶ τῶν τρίτων καὶ τετάρτων καὶ πέμπτων, ἡ τῶν πρώτων· ἐπὶ τῶν ἕκτων, ἐνιαυσιαία. Μετὰ τὴν ἐκπλήρωσιν πῶς δεῖ ἔχειν αὐτούς; Εἰ μὲν ἐξ ἱερατικοῦ πληρώματος, καὶ οὐχ ὑπέγραψε, μηκέτι μετέχων τῆς ἀσεβοῦς κοινωνίας τις. Ὡς ἐν ᾧ ἐτέτακτο κλήρῳ. Εἰ δὲ καὶ ὑπογράψας, εἴη ὡς εἰργόμενος τῆς ἱερουργίας ἕως ὀρθοδόξου συνόδου· κοινωνῶν δ᾽ οὖν ὅμως τῶν ἁγιασμάτων. Τοῖς πάντη ἀσεβέσιν εἰ ἔξεστι κατὰ ἀνάγκην δέους ἕνεκα, ἢ διὰ λιμὸν, ἢ καὶ ἄνευ ἀνάγκης, ἢ καὶ διὰ βίαν ἄλλοις κοινωνοῦσιν, ὀρθοδόξους δὲ αὑτοὺς ὁμολογοῦσι, συνεσθίειν; Οὐδαμῆ οὐδαμῶς· εἰ μή τί γε τοῖς ἐσχάτοις, οὐκ ἀδιαφόρως, ἀλλ᾽ ἐξ ἀναγκαίου τινὸς τρόπου, ἅπαξ ἢ δίς. Εἰ τῶν τούτοις ἐδωδίμων τὰ λείψανα ἐσθίειν κατὰ ἀνάγκην, ἢ καὶ ἄνευ ἀνάγκης, διότι προεσχημάτισται ἐν αὐτοῖς ὁ σταυρός; Εἰ μὲν παρὰ ἱερέως, οὐδαμῶς· εἰ δὲ μὴ, μεταληπτέον κατὰ βίαν. Εἰ δὲ εἰς εὐκτήριον αὐτῶν εἰσέρχεσθαι εὐχῆς χάριν· καὶ εἰ δεῖ τὴν ἁγίαν ἀναφορὰν ἐν αὐτῷ ἐπιτελεῖν μετὰ ἰδίας τραπέζης; Οὐδαμῶς ἑκάτερον. Εἰ δεῖ χαίρειν αὐτοῖς, λέγειν, καὶ ἀσπάζεσθαι; Οὐδαμῶς, ὥς φησιν ὁ μέγας Βασίλειος. Ὁ Κύριος ἐκώλυσε τὸν κοινὸν ἀσπασμόν. Ὥστε τοῦτο κατὰ σύμβασιν· ὡς δὲ ἐξ ἀγάπης καὶ φιλίας, φευκτέον· ἵνα πληρωθῇ ἐν τούτῳ. Οὐκ ἔστι λέγειν χαίρειν τοῖς ἀσεβέσιν. Εἰσί τινες τῶν μοναστηρίων, οἶ οὔτε λόγῳ, οὔτε ἔργῳ συνῆλθον φυγὴ τὴν σωτηρίαν ποριζόμενοι· καὶ πάλιν μετὰ τὴν ὑποχώρησιν τῶν ἀσεβῶν ἀνθυποστρέφοντες. Εὖ ἂν ἔχοι. Εἰ δὲ καὶ ἐλειτουργήθη ἡ Ἐκκλησία ὑπὸ τῶν ἀσεβῶν, εἰ μὴ ἅπαξ· εἰσίτωσαν ἐπιτελοῦντες ἐν αὐτῇ τὰς προσευχὰς μόνον· εἰ δὲ πολλάκις, ὑποχωρείτωσαν ταύτης πόῤῥω. Κοσμικοί τινές εἰσιν ἢ καὶ μοναχοὶ, σφοδρῶς μυσαττόμενοι, ἢ καὶ ἀποδυρόμενοι τὴν ἀσέβειαν· διὰ δὲ τὰς ἀπειλὰς τῶν ἀθέων προσέρχονται τῇ αὐτῶν κοινωνίᾳ, οἰόμενοι αὐτὴν δηλητήριον εἶναι, αἰτοῦνται δὲ εὐχὴν ὑπὲρ αὐτῶν ἡμᾶς ποιεῖσθαι. Εἰ ἔξεστιν αὐτοῖς μεταδιδόνσι τῶν θείων μυστηρίων; Εὐχὴν μὲν ποιεῖσθαι ἐξὸν, οὐ μὴν μεταδιδόναι, κἂν ὅ τι λέγωσιν ἢ πράττωσι. Σταυροὺς ἐὰν ἱστῶσι κατὰ τὰς λεωφόρους, εἰ δεῖ προσκυνεῖν; Οὐ κωλυτέον. Εἰ δεῖ τῶν τοιούτων τὰς προσφορὰς προσκομίζειν; Οὐδαμῶς. Ταῦτα οὖν ὡς ὁ Κύριος κατὰ νοῦν ἐπήγαγεν ἡμῖν, ἐφθεγξάμεθα· οὐ νομοθετικῶς· ἐπεὶ μηδέ ἐσμεν τῶν ἱεραρχούντων· αὐτῶν γὰρ τὸ τυποῦν κανονικῶς· ἀλλὰ συμβουλευτικῶς, ἐπεί ἐσμεν ὑμῖν ὁμοταγεῖς καὶ ἐπειδὴ ἐξ ἀπορίας τῶν ἱεραρχικῶς ὀφειλόντων τυπῶσαι· ἀναγκασθέντες ἀφ᾽ ὑμῶν ἐληλύθαμεν εἰς τοῦτο. Ὑμεῖς δὲ, ἁγιώτατοι Πατέρες, σύγγνωτε, εἴ τί ἐστιν ἀπαρέσκον ὑμῖν ἐν τοῖς εἰρημένοις. Πλὴν ὅτι ὁ ἰατρὸς καὶ ψυχῆς καὶ σώματος, καὶ προσώπου ποιότητα, καὶ καιροῦ ἰδιότητα, ἕξιν τε καὶ πάθος, δύναμίν τε καὶ ἀδράνειαν ἐπιτηροίη· καὶ οὕτω φαρμακεύοι καὶ ἰᾶται· ἐλλείψεσι καὶ προσθήκαις χρώμενος· ἃ ἐν κεφαλαίῳ περιλαβεῖν οὐχ οἷόν τε κανονικῶς· ὡς καὶ αὐτοὶ οἱ ἅγιοι Πατέρες ἡμῶν ὡρίσαντο.