Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 50: To Lucian, His Son
Ν΄. — Λουκιανῷ τέκνῳ.
Ὁ ἀγαθὸς ἡμῶν Θεὸς, εἰδὼς τὸ τῆς ἀνθρωπίνης φύσεως εὐόλισθον, καὶ ὅτι εἰ καὶ δοκεῖ τις κατορθῶν πορεύεσθαι, ὡς οὐκ οἶδε μικρὸν ῥᾳθυμήσας ὑποσκελίζεται· φιλανθρώπως ἐδωρήσατο τὴν μετάνοιαν, ἀνακαλουμένην τὸν ἄνθρωπον τῆς πτώσεως, καὶ εἰς τὸ ὑγιὲς ἀποκαθιστῶσαν. Ἐπεὶ οὖν καὶ αὐτὸς, ἀδελφέ μου, πέπονθας ὃ πέπονθας, καὶ τὸν τῆς ἀξιολόγου μετανοίας καιρὸν πεπλήρωκας, πολλῇ κατανύξει καὶ πλείστοις δάκρυσιν, ὡς ἀκήκοα, ὡς ἐξιλεωσάμε νος τὸν Θεόν· ἐπιζητοίης δὲ ἄρτι λύσιν· καθὰ διά τε τοῦ οἰκονόμου καὶ τοῦ παροικονόμου ἐδηλώθη μοι. Εἴη σοι αὕτη παρὰ Κυρίου· καὶ ἔσῃ ὑγιαίνων ἐκ τοῦ δεῦρο, υἱέ μου, καὶ χαίρων ἐν Χριστῷ, καὶ κατευοδούμενος ἐν αὐτῷ· μηκέτι συμπίπτειν διδοὺς ἐγγύας τῷ Δεσπότῃ, ἀλλὰ θνήσκειν ὑπὲρ αὐτοῦ, ὡς καὶ αὐτὸς ὑπὲρ σοῦ ἔπαθε. Πρότερον μὲν οὖν διὰ γράμματος ὁ ἀνάξιος κλαυθμυρικῶς ἐφθεγξάμην πρὸς σέ· Ἀδὰμ, ποῦ εἶ; τὴν θείαν φωνὴν ὑπειπών· διὰ τὸ ἐξ ὑψηλοῦ σε βίου οἰονεὶ παραδεισιακοῦ ἐκπεπτωκέναι. Νῦν δὲ ἀναγκαῖον ἀποτολμῆσαί με τὸν τάλανα καὶ εἰπεῖν· Εἰρήνη σοι, ἀνάστα, Χριστὸς κελεύει· ζῆθι εἰς αἰῶνα.