Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 6: To a Priest Who Had Signed
Ϛ΄. — Πρεσβυτέρῳ ὑπογράψαντι.
Οἷον πέπονθεν ἡ τιμιότης σου ἐν τῷ ναυαγίῳ τῆς ὑπογραφῆς; καὶ ὁπόσον ἀπεκλαύσω τὸ πτῶμα; Πτῶμα γάρ ἐστιν ὡς ἀληθῶς ἡ κατὰ τῆς ἁγίας εἰκόνος τοῦ Χριστοῦ ἔκτασις, καὶ μόνον τῆς χειρός. ἔγνων διὰ τοῦ πιττακίου σου, ὦ ἄνθρωπε τοῦ Θεοῦ, καὶ συμπέπονθα, καὶ συνεποτνίασα, καὶ συνήλγησα, σχέτλια φθεγξάμενος, καὶ οἷα εἰκὸς ἁρμόζει τῷ φιλαδέλφως ἔχοντι. Καὶ γὰρ μέλη ἀλλήλων ἐσμέν. Καί· Εἴτε πάσχει ἐν μέλος, συμπάσχειν ὀφείλει πάντα τὰ μέλη· (φωνή ἐστιν ἀποστολική)· Εἴτε δοξάζεται ἐν μέλος, ἡ χαρὰ ἐπὶ πᾶσιν. Ἀλλ᾽ ὢ τῆς ἐπηρείας! ἐσυλήθημεν, ἐπτοήθημεν, ἐφοβήθημεν, ἐν οἷς οὐ φοβητέον, οὐδ᾽ αὖ πτοητέον· εἴπερ ἀναγινώσκομεν τὸ, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων λαβέσθαι. Τί οὖν πρός με τὸν ἀχρεῖον, ὦ φίλε, ἀνήνεγκας τὸν λόγον; Τίς ἐγὼ πρὸς ἰατρείαν ὁ νοσῶν ἐν ἁμαρτίαις· καὶ οὐ τῶν τὰ τοιαῦτα πεπιστευμένων ἰᾶσθαι συντρίμματα; Ἐπεὶ μὴ ἀταξίας ὁ Θεός· τὰ τῶν πρεσβυτέρων, ἤγουν ἱερέων, ἐπισκόποις ἀπένειμεν ἐπανορθοῦν καὶ ἰᾶσθαι. Πῶς παρ᾽ ἐμοῦ ἐπιζητοίης τὰ ὑπὲρ ἐμέ; Οὐκ ἐγχωρεῖ. Τοῦτο δὲ συμβουλευτικῶς καὶ ἀγαπητικῶς ὑποτίθημι καὶ λέγω· ἵνα μή σε ἀναπόκριτον ἐάσω πάντη. Ὁ Θεὸς ἀγαθός ἐστιν οὐ θέλων τὸν θάνατον τοῦ ἀνθρώπου, ὡς τὸ ἐπιτρέψαι καὶ ζῇν αὐτόν. Εἰ οὖν ἐν ἀληθείᾳ ἡ μετάνοια· στῆθι τῆς ἱερουργίας παντάπασιν· οὐκ οἶδα εἰ μὴ κατὰ ἀνάγκην τὴν ἐνεστῶσαν μεταδοίης τισὶ τῶν ἁγιασμάτων. Ἔστι γὰρ ἐξ ἀνάγκης καὶ ἀπορίας, καὶ ἀφ᾽ ἑαυτοῦ μεταλαβεῖν τὸν τυχόντα, διὰ τὸ φευκτὸν τῆς αἱρέσεως. Ὅσα οὖν ἐποίησας, εἴτε παρ᾽ ἑαυτοῦ, εἴτε καὶ πρὸς ἄλλου ἐπιτραπεὶς, καλὰ μὲν καὶ ἐπαινετὰ εἰς Θεοῦ ἐπίκαμψιν. Οὐδὲν δὲ τὸ καθόλου δυνάμενον λῦσαι τῆς ἱερουργίας· κἂν ἐξ οἱουδηποτοῦν ἀρχιερέως δόξειεν εἶναι· καὶ τοῦτο ἕως εἰρήνης τῆς τοῦ Θεοῦ Ἐκκλησίας· ἐν ᾗ τηνικαῦτα κρίσει συνοδικῇ ὡς δέον πᾶν ὁτιοῦν τῶν τοιούτων κανονισθήσεται, καὶ κρίσιν ἕξει θεόψηφον. Εἰ δὲ φὴς, ὅτι ὑπογράφων ἔκραζον προσκυνεῖν με τὰς ἁγίας εἰκόνας· σύγγνωθι, ἀδελφὲ, καὶ Πιλάτος, τῷ στόματι ἀθωῶν ἑαυτὸν τῆς σφαγῆς Χριστοῦ, τῷ καλάμῳ ἐκύρου τὸν θάνατον. Ταῦτά σοι παρ᾽ ἐμοῦ τοῦ ταπεινοῦ ὡς ἐνώπιον Θεοῦ. Ἀλλὰ δέομαι μνείαν ποίου ὑπὲρ ἐμῆς σωτηρίας, ἐν τῇ μετανοίᾳ τῆς συνθλίψεως σου. Προσαγορεῦσαί τε παρακλήθητι οὖς ἔφης ὁρᾶν ἁγίους Πατέρας μου ἐν ἐπισκόποις, ὡς ἐξ ἐμοῦ τοῦ οἰκτροῦ.