Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 51: To Albeneca the Protospatharia

ΝΑ΄. — Ἀλβενέκᾳ πρωτοσπαθαρίᾳ.

Ἐξένισέ με τὸ γράμμα τῆς εὐγενείας σου οὐκ ὀλίγον· οὕτω μὲν ἐκ φιλοθέου καρδίας ὑπαγορευθέν· οὕτω δὲ ὑπὸ συντετριμμένης καὶ τεταπεινωμένης διαθέσεως πραχθέν· ὥστε δὶς ἐπὶ τὸ αὐτὸ ἀναγνόντα με ἐπιλέγειν. Τίς καὶ ὁποία καὶ ἡλίκη ἡ ψυχὴ αὕτη, ἡ ταῦτα φθεγγομένη πρός με τὸν ταλαίπωρον; ὡς δὲ καὶ παρὰ τοῦ γραμματηφόρου ἀνηγγέλη μοι ἅπερ ζώσῃ φωνῇ παρέθου αὐτῷ ἐξειπεῖν· τότε καὶ μᾶλλον ἠγάσθην λίαν, καὶ ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν Θεὸν, ὃς ἐνέπνευσέ σοι τοιοῦτον διαλογισμὸν, καὶ εἰς ἔργον αὐτὴν προαγαγεῖν ἐφιεμένην.

Μέγα τοιγαροῦν τὸ ἔργον ὃ ἐπεπόθησας, κυρία, καὶ τῶν δυσανύστων· οὐ μόνον διὰ τὸ ὑψηλὸν καὶ οὐράνιον τοῦ βίου (οὐδὲν γὰρ ἄλλο ἡ ἀποταγὴ, ἢ σταυροῦ καὶ θανάτου ἐπαγγελία τῷ γε ἀληθινῶς μονάσαντι), ἀλλὰ καὶ διὰ τὸ δεδέσθαι σε ἀνδρί· οὗπερ οὐχ ὡς ἔτυχεν ἔστι διαζευχθῆναι, διὰ τὸ θεοσύναπτόν σοι εἶναι δηλονότι. Τίς οὖν ἀποσυνάψειεν, ἢ δηλαδὴ ὁ συνάψας, ἐπὶ μείζονα ἠπειγμένην προελθεῖν πολιτείαν; Δεῖ οὖν καθάπερ ἡ διαταγὴ τοῦ ἁγίου Βασιλείου πρῶτον τὰ πρὸς τὸν ὁμόζυγον εὖ διαθέσθαι. Τί τοῦτο; Ἀπογυμνῶσαι τὸν λογισμὸν τῆς ἐφέσεως· ὑποδεῖξαι τὸ τοῦ κόσμου μάταιον καὶ ὀνειρῶδες· ὡς οὐδὲν μόνιμον ἐν αὐτῷ, ἀλλὰ παρατρέχον ἴσα καὶ σκιαῖς, κἂν περιχαρές τι, κἂν ἀπολαυστικὸν, κἂν πολύολβον, κἂν ἐνήδονον, κἂν βασιλεία αὐτή. Ὡσεὶ ἄνθος γὰρ τοῦ ἀγροῦ πάντα ἀφίπταται. Καὶ οὐ τοῦτο μόνον· ἀλλὰ καὶ κρῖμα ἀπαραίτητον ἐπὶ τῶν προσπαθῶς ζησάντων ἐν τῷ παρόντι αἰῶνι, καὶ μὴ κατὰ τὰς ἐντολὰς τοῦ Χριστοῦ· ὅπερ ἐργῶδες ἐκτελέσαι ἐν τῷ κοινῷ βίῳ. Ταῦτα λάλησον, παρακάλεσον, ἐκμείλιξαι, ὡς ἂν πείσειας αὐτὸν συναιρήσασθαί σοι τὸν σκοπὸν τῆς ἀποταγῆς· Τί γὰρ οἶδας, φησὶ, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Καὶ τοῦτο ἐπὶ χρόνον ἱκανὸν. Καὶ εἰ μὲν συνέλθοιεν, εὖ ἂν ἔχοι· εἰ δὲ μὴ, τότε εἰ τοσοῦτον ἀνάπτει σε ὁ Θεοῦ πόθος, πράττεις τὰ δόξαντά σοι, καὶ μὴ βουλομένου τοῦ ὁμόζυγος. Ἀλλ᾽, ὡς προείρηται, δυσεξάνυστον τὸ πρᾶγμα· καὶ μάλιστα ἐν ταῖς τοῦ διωγμοῦ ἡμέραις· καὶ ὅτι οὐχὶ τυχοῦσα αὐτὴ, ἀλλὰ τῶν ὑπερεχουσῶν, καί γε τῶν συναίμων τῇ βασιλευούση. Ἐφ᾽ ῷ καὶ θαυμάζειν ἐστί πως ἐν τῇ ἄγαν εὐδοξίᾳ τοῦ τῇδε βίου, ταύτην βδελυσσομένη, τὴν ταπείνωσιν Χριστοῦ ἐπιποθεῖς ἐνδύσασθαι. Εὐλογητὸς Κύριος ὁ οὕτω πείθων· καὶ γὰρ πρὸς τὴν τοῦ Θεοῦ δόξαν ὡς ἀληθῶς βδέλυγμα ἐστι τὰ ἔνδοξα τοῦ ματαίου βίου. Ἔχου τοίνυν τοῦ καλλίστου βίου σου. Ἀκούω γὰρ οἷα ἀγαθουργεῖς· καὶ πῶς ἀφιεμένη τὰς βασιλικὰς διατριβὰς, σχολάζεις ἐν ἑαυτῇ καὶ ἐν ἀγαθοῖς. Ἔστι γὰρ καὶ ἐν τῷ βίῳ σωθῆναι, καὶ μετὰ ἀνδρός· καὶ πόλιν πρὸς τὸ ἑξῆς, ὡς ὁ Κύριος εὐοδώσειεν, οὕτω καὶ διαγίνῃ, μὴ λυποῦσα τὸν ὁμόζυγον, ἀλλὰ μᾶλλον κατακάμπτουσα διὰ τῆς ἐνθέου διαγωγῆς. Περὶ τῆς ἀδελφῆς, δεδήλωκα αὐτῇ τὸ παριστάμενόν μοι. Περὶ τοῦ οἰκονόμου καὶ ἀγαπητοῦ τέκνου, πλεῖστά σοι ἀπευχαριστῶ, συμπαθῶς ἐπειχθείσῃ πρὸς αὐτόν. Εὗροις ἔλεος παρὰ Κυρίῳ.

· Contents ·