Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 52: To Mary the Nun
ΝΒ΄. — Μαρίᾳ μοναζούσῃ.
Ἀνέγνων σου τὴν τιμίαν συλλαβὴν, καὶ ἐπέγνων σου τὸν εὐσεβῆ λογισμόν· ὅτι τῆς αὐτῆς τῷ μακαρίῳ ἐκείνῳ Πατρὶ διαθέσεως ἀκολούθως ἔχεις ὑπὲρ Χριστοῦ πάσχειν· καὶ εἰκότως· ἵνα φανῇ ὅτι ἡ μία σὰρξ ἐν καὶ φρόνημα κρατεῖ, οὐχ ἑτεροζυγοῦσα περὶ τὴν πίστιν. Χάρις οὖν τῷ Θεῷ τῷ οὕτως ὑμᾶς διὰ τὸν φόβον καὶ πόθον αὐτοῦ διαζεύξαντι ἀπ᾽ ἀλλήλων μάχαιρα εὐαγγελικῇ σωματικῶς, καὶ πάλιν τῷ ἑνὶ πνεύματι καὶ φρονήματι συνάψαντι ψυχικῶς. Σπούδασον οὖν, κυρία μου, τῆς ἴσης αὐτῷ μερίδος ἀξιωθῆναι, καὶ συντεύξασθαι ἐκεῖ, καὶ συνεῖναι εἰσαεὶ, αἱρουμένην αὐτῷ ὡς ἡρετίσατό σε. Καὶ γὰρ πολλῇ ἀγάπῃ πολλὴν καὶ φροντίδα ἔσχεν ἐν τῇ σωτηρίᾳ σου, ὡς οἶδα κἀγώ· καθότι κοινωνῶν ἦν τῇ ταπεινώσει μου τὰ καθ᾽ αὑτὸν ὡς υἱῷ. Περὶ τῆς κατὰ ἀνάγκην τοῦ διωγμοῦ ὑποκριτικῆς σου ἔξωθεν κοσμοφορήσεως, πρὸς μικρὸν χρόνον καὶ τρόπον· εὔρηται ἐν τοῖς ἁγίοις κατά τινα ἀναγκαίαν ὑπόθεσιν· εἰς δὲ τὸ ἀεὶ, οὐδαμῶς. Λοιπὸν οὐκ οἶδα τί εἴπω. Ἐὰν ἐπιτρέψω ῥίψαι τὴν ὑπόκρισιν, εἴποις ἂν μὴ φέρειν τὸ μαρτύριον· ἐνεχθήσῃ γὰρ καὶ εἰς βάσανα. Ἐάν τε πάλιν ἐπαφήσαιμι οὕτως, οὐκ ἔχω Γραφικὴν μαρτυρίαν. Δύο τοίνυν κακῶν προκειμένων, κρεῖττόν ἐστι κρυπτομόναχον εἶναι, ἢ μὴ φέροντα τὰς πληγὰς, κοινωνῆσαι τῇ ἀρνητικῇ αἰρέσει, καὶ ἀποστῆναι Χριστοῦ, ἐφ᾽ ῷ ἔσται ἀεὶ ἡ μερίς σου.