Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 53: To a Nun

ΝΓ΄. — Μοναζούσῃ.

Ὁ παρὼν καιρὸς τοιοῦτος, ὃς ἀναγκάζει ἡμᾶς μεριμνᾶν ὑπὲρ ἀλλήλων· διὰ τὸ τῆς ἰσοψυχίας καὶ ὁμοπιστίας ἀξίωμα· ἐπειδὴ ὡς μίαν Ἐκκλησίαν ἤγουν συνοδίαν συνεκαλέσατο ὁ Θεὸς ἅπαντας τοὺς ἀντεχομένους τῆς ἀληθείας, καὶ ἐν αὐτῇ ὁμολογοῦντας. Καθάπερ οὖν οὐκ ἀκίνδυνον τῷ τῆς αὐτῆς μονῆς ὄντι, μὴ ὑπὲρ τῶν συμμαθητῶν φροντιοῦντι, ἢ καθηγουμένῳ, τὸ μὴ περὶ τῶν φοιτητῶν ὡσαύτως φροντίζειν· οὕτω δὴ καὶ ἡμῖν πᾶσιν· ἐπειδήπερ, ὡς εἴρηται, μία Ἐκκλησία κοινοβιακή ἐσμεν. Ἐπισκέπτομαί σε διὰ τοῦ γράμματος, καὶ ἐρωτῶ πῶς δὴ ἔχεις ἐν Κυρίῳ, ὦ ἀδελφὴ πνευματική· εἰ ἐμμένεις ἐν τῇ καλῇ ὁμολογίᾳ Χριστοῦ· εἰ τηρεῖς τὴν παρακαταθήκην τῆς πίστεως διὰ Πνεύματος ἁγίου ἀσφαλῆ· εἰ κρατύνῃ ἐν Θεῷ μὴ πτυρομένη ἀπὸ τῶν ἀσεβῶν.

Εὖγε, εὖγε· στηριχθείης ἔτι πλειόνως· καὶ τοσοῦτον ὡς ἂν ᾄδειν σε σὺν τῷ ἁγίῳ Δαβίδ· Οὐ φοβηθήσομαι ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. Καὶ γὰρ ὁ ὡς ἀληθῶς βεβαιόπιστος, ἀμετακίνητός ἐστι πάμπαν τῆς ἀγάπης Χριστοῦ· ἧς οὐ θλίψις, οὐ στενοχωρία, οὐ λιμὸς, οὐ διωγμὸς, οὐ κίνδυνος, οὐ μάχαιρα χωρίζειν δύναται. Ταύτῃ τῇ πεποιθήσει οἱ ἅγιοι πάντες ἐτελειώθησαν· τῇ αὐτῇ καὶ ἡ σὴ τιμιότης εἴη. Οὐ γὰρ εἶ ἀγενεστέρα Θέκλης, Φεβρωνίας, καὶ τοῦ περὶ αὐτὰς μακαρίου χοροῦ· θυγάτηρ Θεοῦ, νύμφη Χριστοῦ, ὡς κἀκεῖναι, καὶ αὐτή.

Ὑπὲρ οὖ καὶ τανῦν τὸ μαρτύριον ὥσπερ τηνικαῦτα. Ὑπομείνωμεν οὖν, παρακαλῶ, οὐχ ὅτι ἐν οἷς ἐσμεν θλιπτικοῖς· ἀλλὰ κἂν τὰ προειρημένα ἅπαντα ἐπιστῇ. Ἀπροσωπόληπτος ὁ Θεός· τῇ αὐτῇ ἀγάπῃ ἀγαπῶν ἡμᾶς, ᾗ ἠγάπησε καὶ τοὺς πάλαι. Ταῦτα ὡς ἐν ὀλίγοις· εἰδὼς ὅτι οἴκοθεν καὶ ἐξ ἄλλων τὰς παρακλήσεις ἔχει σου ἡ σεμνοπρέπεια· ὅμως καὶ παρ᾽ ἡμῶν, ἵνα γνοίης ὅτι οἰκειοπαθοῦμέν σοι ὀφειλομένως· καὶ ὅπως προσεύχῃ, τοῦ στηρίζεσθαι ἡμᾶς τοὺς ἁμαρτωλούς.

· Contents ·