Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 54: To Basil the Patrician

ΝΔ΄. — Βασιλείῳ πατρικίῳ.

Τῆς θεομιμήτου σου συγκαταβάσεως ἔργον, οὐ μόνον εἰς ὄψιν σου ἱερὰν ἐνεγκεῖν τὸν ἀδελφὸν ἡμῶν ἐν πνεύματι, ὁμιλῆσαί τε τὰ δόξαντα, οὕτω προσηνῶς καὶ μετρίως· ἀλλ᾽ ὅτι καὶ τὴν κυρίαν καὶ ἐμοὶ σεβασμίαν πατρικίαν, ἅμα τοῖς εὐγενεστάτοις σου βλαστοῖς ἀγαγὼν, κλῖναί τε οὐ κεφαλὴν, ἀλλὰ γόνυ πρὸς αὐτὸν ἐπιτέτραφας. Ὢ τῆς μεγίστης σου ταπεινοφροσύνης! ὦ τῆς φιλοθέου συνέσεως! ὦ τῆς ὑπερβαλλούσης σου ἐν ἁμαρτωλοῖς πίστεως! Καὶ οὐκ ἀποτεύξῃ τοῦ τῆς εὐαποδεξίας μισθοῦ. Διὰ ταῦτά σοι πάντα· καὶ ἔτι πλέον εἰς ἀρετῆς λόγον, εἰκότως ὁ ἐμὸς δεσπότης καὶ αἵματι καὶ πνεύματι φιλούμενος γέγονας πρὸς πάντων τῶν γνωρισάντων καὶ ὁρώντων σε. Καὶ μάρτυρες τοῦ λόγου αἱ κατὰ τὰς ἀξίας ὑπεροχαί σου, ἀρετῆς ἔπαθλον ὑπάρξασαι· ἐφ᾽ ᾗ σὺν τῷ τῆς φύσεως νόμῳ μορφώσας υἱούς τε καὶ θυγατέρας, ἅμα τῇ ὁμοζύγῳ· εἰκόνας ὄντως ἐναργεῖς τῆς εὐσεβείας σου ἐναπέδειξας· ἐκ τῆς πρὸς σὲ ἐπιφαινομένης αὐτοῖς ὁμοιότητος ἐπιγινωσκομένους ἀψευδέστατα.

Ἀλλ᾽ ὁ μὲν περὶ τούτου λόγος τοιοῦτος. Τίνα δὲ λόγον παραμυθητικὸν ἐπὶ τῷ πάθει τοῦ Προδρόμου ὁμωνύμου ἔρνους σου παγκαλλίστου ἐξεύροιμι ὁ ταπεινὸς, λεαίνοντα μικρόν τι τὸ τῶν τιμίων ψυχῶν ὑμῶν θλιβερόν; ἐπεὶ ἀπηγγέλη μοι πρὸς αὐτοῦ τοῦ ἀδελφοῦ ὁποῖον τὸ ἄλγος· οἴα τὰ δάκρυα ἀποστάζοντα θερμὰ ἐξ ὀφθαλμῶν· τάς τε ἀνακλήσεις, ἐλεεινολογίας τε καὶ στοναχήσεις· ὡς ἀκούσαντι ἕκαστα τὰ τοῦ παιδὸς πλεονεκτήματα, παθεῖν τι μικροῦ δεῖν ὁμοιοπαθὲς ὑμῖν. Ὢ πῶς ὡμοιώθημεν τῷ Δαβὶδ πενθήρη ψαλμὸν ἐπὶ τῷ υἱῷ ᾄσαντι! Εἰ δὲ ἐκεῖνος οὕτως ἐπὶ ἀτασθάλῳ καὶ ἀντάραντι καὶ δικαίαν δίκην τῆς πατραλοίας δώσαντι· τί δεῖ ἐνταῦθα εἰπεῖν; καὶ πηλίκον ἔρανον τοῦ λόγου ποιήσασθαι; Οἴχεται παῖς, αὐτὸ τῆς ἡλικίας ἄγων τὸ βιώσιμον, εὐπαίδευτος καὶ τρόπῳ καὶ λόγῳ, εὐμελὴς καὶ ἤθει καὶ φθέγματι· ἀπ᾽ αὐτῆς τῆς ὁράσεως εἰς φίλτρον ἐπισπώμενος τὸν θεώμενον· τὸ μεῖζον, καθαρὸς τὸ σῶμα, λευκὸς τὴν ψυχήν· τὸ μὲν τῇ παρθενίᾳ, ὅπερ ἐστὶν ἀξιάγαστον· μὴ κατὰ τοὺς ῥηξίφρονας ἁλοὺς, ἀλλὰ τοῦ πάθους ὑπεραλλόμενος· τὸ δὲ τῇ ἀμεθεξίᾳ τῆς νῦν κορυβαντιώσης αἱρέσεως. Ὅπερ θαυμασίως εἰς ταυτὸν συνέδραμεν, ἀφθορία ψυχῆς, ἀφθορία σώματος. Ὡς ἐπαινετοὶ οἱ γεννήτορες, τοιούτου παιδὸς πατέρες χρηματίσαντες, ἐνεγκόντες, οὐ σωματικῶς μόνον, ἀλλὰ καὶ πνευματικῶς εὐφυέστατον ἔρνος! Ὡς μακαριστὸς ὁ γόνος· ὁμοῦ μὲν πατρώζων· ὁμοῦ δὲ καὶ ἑαυτὸν Χριστῷ ἰνδαλματίσας· ὃς τῇ παρθένῳ γεννήσει τὴν παρθενίαν τιμήσας, ὀπαδὸν ὡς υἱὸν φωτὸς τὸν υἱὸν ὑμῶν εἴληφε. Τί οὖν; κλαυθμοῦ τὸ δρᾶμα, ἢ χαρᾶς; Δηλαδὴ εὐφροσύνης, κἂν ἀνίας ὑμῖν ὁ χωρισμὸς αὐτοῦ ἐνεποίησεν. Οὗτος χαίρει χαρᾷ νῦν ἐν οὐρανοῖς, πρέσβυς καθιστάμενος. Δεῖ οὖν συγχαίρειν ἡμᾶς τῷ χαιρομένῳ ἀπάρτι, ἀλλὰ μὴ λυπεῖν αὐτὸν ἐν τῷ λυπεῖσθαι. Πέρας ὁ λόγος ἐχέτω· τὴν ἐπὶ τῇ πεμφθείσῃ εὐλογίᾳ εὐχαριστίαν καὶ ἀπολογίαν συναποφερόμενος.

· Contents ·