Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 55: To Gregoras, a Layman
ΝΕ΄. — Γρηγορᾷ λαϊκῷ.
Χαῖρε, ὁμολογητὰ τοῦ Χριστοῦ· εἰκότως ἄνθρωπον τοῦ Θεοῦ πάλαι προσηγόρευσά σε· ἴδε, οὐ διεψεύσθη ὁ ταπεινός μου λόγος, ὑψηλὸς ἐν σοὶ ἀποφανθείς. Πῶς ἡ φυλακή; φέρεις καὶ σίδηρα, ὡς ἀκούω, ἔνδον πιεζόμενος τὰς σάρκας. Κοπῶδες τὸ πρᾶγμα. Πλὴν ἐνδυναμωθείης ἐν Κυρίῳ, ὁσίως καὶ μαρτυρικῶς διαθλῶν. Ὦ, ὦ, ἀδελφὲ, ποῖος ἐξέλαμψας! ἡλίκον ὑψώθης! Εἷς ἐκ πάντων λαϊκὸς, τῶν ὑπὸ τήνδε τὴν ἐξουσίαν λέγω, σὺ μόνος τῷ Θεῷ ὁμολογῶν ὑπεδείχθης καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ὁρᾶς ποῦ σε καὶ κατέχουσιν οἱ διῶκται; Εἰς τὰ βασίλεια· ὡς μαργαρίτην, ὡς βασιλέα τῶν παθῶν· κἂν οὐχ οὕτως νομίζωσι. Μηδὲ, φίλε, δείσῃς, μηδ᾽ αὖ φοβηθῇς μάστιγας ἐρχομένας· ὑποίσειας· Χριστὸς ὁ συγκουφίζων, ὁ συναντιλαμβανόμενος, ὡς συναθλῶν καὶ συντυπτόμενος. Ἐὰν οὖν κατεχόμενος ὑπό τινος τῶν ὑπὸ χεῖρα, εἶχες τὸν βασιλεύοντα ὑπερασπιζόμενόν σου, καὶ ἐν τῷ δέρεσθαι συνδερόμενόν σοι τῇ διαθέσει· οὐκ ἂν ἔχαιρες παθεῖν, φιλῶν τὸν κόσμον· ὡς ἂν τῷ πάθει ἐδρέψω ἃ ἐπόθεις χρήματα, δόξας, πρωτεῖα; Πόσῳ δὴ ὧδε μᾶλλον τοῦτο νοητέον. Ὃ καὶ φιλητέον ἡμῖν ἐξ ἀναγκαίου· ἵνα μὴ τὰ ὀνειρώδη ταῦτα καὶ μάταια· ἀλλὰ τὰ ἀΐδια καὶ ἀληθινὰ καὶ ἀνεκλάλητα ἀγαθὰ ἀπολάβοιμεν· φυγόντες τὰς αἰωνίους τιμωρίας· ἃς οἱ ἀπαρνούμενοι Χριστὸν ἐγγράφεσθαι, ὑποστήσονται· ὧν ῥυσθείημεν, ἀδελφὲ, ὑπὲρ ἀλλήλων προσευχόμενοι.